previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] Θηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.

Ποσειδῶν
εἶτα ἔτεκεν, Ἑρμῆ, ἀντ᾽ ἐκείνης;

Ἑρμῆς
καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ: τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα Ἥραοἶσθα ὡς ζηλότυπός ἐστιπείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν [p. 87] καὶ ἀστραπῶν ἥκειν παρ᾽ αὐτήν: ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὄροφος, καὶ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον: καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.

Ποσειδῶν
νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;

Ἑρμῆς
ἐς τὴν Νῦσαν ἀποκομίσας ἔδωκα ταῖς Νυμφαις ἀνατρέφειν Διόνυσον ἐπονομασθέντα.

Ποσειδῶν
οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ἀδελφός ἐστιν;

Ἑρμῆς
ἔοικεν. ἄπειμι δ᾽ οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων νομίζεται ὥσπερ λεχοῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: