Ἄρης
ἤκουσας, ὦ Ἑρμῆ, οἷα ἠπείλησεν ἡμῖν ὁ
Ζεύς, ὡς ὑπεροπτικὰ καὶ ὡς ἀπίθανα; ἢν ἐθελήσω, φησίν,
ἐγὼ μὲν ἐκ τοῦ οὐρανοῦ σειρὰν καθήσω, ὑμεῖς δὲ
ἀποκρεμασθέντες κατασπᾶν βιάσεσθέ με, ἀλλὰ μάτην
πονήσετε: οὐ γὰρ δὴ καθελκύσετε: εἰ δὲ ἐγὼ θελήσαιμι
ἀνελκύσαι, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τὴν γῆν ἅμα καὶ
τὴν θάλατταν συναρτήσας μετεωριῶ: καὶ τἆλλα ὅσα καὶ
σὺ ἀκήκοας. ἐγὼ δὲ ὅτι μὲν καθ᾽ ἕνα πάντων ἀμείνων
καὶ ἰσχυρότερός ἐστιν οὐκ ἂν ἀρνηθείην, ὁμοῦ δὲ τῶν
τοσούτων ὑπερφέρειν, ὡς μὴ καταπονήσειν αὐτόν, κἂν
τὴν γῆν κἂν τὴν θάλατταν προσλάβωμεν, οὐκ ἂν πεισθείην.
Ἑρμῆς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.