[3]
καὶ μὴν οὐ καταισχυνῶ σε, ὦ πάτερ: μουσικός
τε γάρ εἰμι καὶ συρίζω πάνυ καπυρόν, καὶ ὁ Διόνυσος
οὐδὲν ἐμοῦ ἄνευ ποιεῖν δύναται, ἀλλὰ ἑταῖρον καὶ
θιασώτην πεποίηταί με, καὶ ἡγοῦμαι αὐτῷ τοῦ χοροῦ:
καὶ τὰ ποίμνια δὲ εἰ θεάσαιό μου, ὁπόσα περὶ Τεγέαν καὶ
ἀνὰ τὸ Παρθένιον ἔχω, πάνυ ἡσθήσῃ: ἄρχω δὲ καὶ τῆς
Ἀρκαδίας ἁπάσης: πρῴην δὲ καὶ Ἀθηναίοις συμμαχήσας
οὕτως ἠρίστευσα Μαραθῶνι, ὥστε καὶ ἀριστεῖον ᾑρέθη
μοι, τὸ ὑπὸ τῇ ἀκροπόλει σπήλαιον. ἢν γοῦν ἐς Ἀθήνας
ἔλθῃς, εἴσῃ ὅσον ἐκεῖ τοῦ Πανὸς ὄνομα.
Ἑρμῆς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.