[2]
αὐτῆς ἐκείνης λόγον σοι ἐρῶ: ὅτε γάρ με
ἐξέπεμπεν ἐπὶ τὴν Ἀρκαδίαν, Ὦ παῖ, μήτηρ μέν σοι, ἔφη,
ἐγώ εἰμι, Πηνελόπη ἡ Σπαρτιᾶτις, τὸν πατέρα δὲ γίνωσκε
θεὸν ἔχων Ἑρμῆν Μαίας καὶ Διός. εἰ δὲ κερασφόρος
καὶ τραγοσκελὴς εἶ, μὴ λυπείτω σε: ὁπότε γάρ
μοι συνῄει ὁ πατὴρ ὁ σός, τράγῳ ἑαυτὸν ἀπείκασεν, ὡς
λάθοι, καὶ διὰ τοῦτο ὅμοιος ἀπέβης τῷ τράγῳ.
Ἑρμῆς
νὴ Δία, μέμνημαι ποιήσας τοιοῦτόν τι. ἐγὼ
οὖν ὁ ἐπὶ κάλλει μέγα φρονῶν, ἔτι ἀγένειος αὐτὸς ὢν
σὸς πατὴρ κεκλήσομαι καὶ γέλωτα ὀφλήσω παρὰ πᾶσιν
ἐπὶ τῇ εὐπαιδίᾳ;
Πάν
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.