previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[317]

Περὶ δὲ τὸν χρόνον ἐκεῖνον καὶ συμμαχικὸν ἔπεμψεν Καίσαρι πεντακοσίους ἐπιλέκτους τῶν σωματοφυλάκων, οὓς Γάλλος Αἴλιος ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν ἦγεν εἰς πολλὰ χρησίμους αὐτῷ γενομένους. [318] πάλιν οὖν αὐτῷ τῶν πραγμάτων πρὸς ἐπίδοσιν εὐθηνουμένων βασίλειον ἐξῳκοδόμει περὶ τὴν ἄνω πόλιν ὑπερμεγέθεις οἴκους ἐγείρων καὶ κόσμῳ κατασκευάζων πολυτελεστάτῳ χρυσοῦ καὶ λίθων καὶ περιαλειμμάτων * ὡς ἕκαστον αὐτῶν κλισίας μὲν ἔχειν παμπόλλους ἄνδρας ὑποδέχεσθαι * κατὰ μέτρα δὲ καὶ τὰς προσηγορίας: μὲν γὰρ Καίσαρος, δὲ Ἀγρίππα κέκλητο. [319] προσέλαβεν δὲ καὶ γάμον αὐτῷ κινηθεὶς ἐξ ἐρωτικῆς ἐπιθυμίας μηδένα τοῦ κατὰ τὴν οἰκείαν ἡδονὴν ζῆν ὑπολογισμὸν ποιούμενος. ἀρχὴ δ᾽ αὐτῷ τῶν γάμων ἐγένετο τοιάδε: [320] Σίμων ἦν Ἱεροσολυμίτης υἱὸς Βοηθοῦ τινος Ἀλεξανδρέως, ἱερεὺς ἐν τοῖς γνωρίμοις, εἶχεν δὲ θυγατέρα καλλίστην τῶν τότε νομιζομένην. [321] ὄντος οὖν λόγου παρὰ τοῖς Ἱεροσολυμίταις αὐτῆς τὸ μὲν πρῶτον ὑπὸ τῆς ἀκοῆς τὸν Ἡρώδη κεκινῆσθαι συνέβαινεν, ὡς δὲ καὶ θεασάμενον τῆς παιδὸς ἐξέπληξεν ὥρα, τὸ μὲν ἀπ᾽ ἐξουσίας χρώμενον διατελεῖν ἅπαν ἀπεδοκίμαζεν ὑποπτεύων ὅπερ ἦν, εἰς βίαν καὶ τυραννίδα διαβληθήσεσθαι, βέλτιον δ᾽ ᾤετο γάμῳ τὴν κόρην λαβεῖν. [322] καὶ τοῦ Σίμωνος ὄντος ἀδοξοτέρου μὲν πρὸς οἰκειότητα, μείζονος δὲ καταφρονεῖσθαι, τὸν ἐπιεικέστερον τρόπον μετῄει τὴν ἐπιθυμίαν αὔξων αὐτοὺς καὶ τιμιωτέρους ἀποφαίνων: αὐτίκα γοῦν Ἰησοῦν μὲν τὸν τοῦ Φοαβιτος ἀφαιρεῖται τὴν ἀρχιερωσύνην, Σίμωνα δὲ καθίστησιν ἐπὶ τῆς τιμῆς καὶ τὸ κῆδος πρὸς αὐτὸν συνάπτεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: