previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς δὲ φέρων ἐνέσεισεν Λεωσθένης τὴν πόλιν εἰς τὸν Λαμιακὸν 1 πόλεμον, καί τοῦ Φωκίωνος δυσχεραίνοντος ἠρώτα καταγελῶν τί [p. 196] πεποίηκεν ἀγαθὸν τὴν πόλιν ἔτη τοσαῦτα στρατηγῶν, ‘οὐ μικρόν,’ ἔφη, ‘τὸ τοὺς πολίτας ἐν τοῖς ἰδίοις μνήμασι θάπτεσθαι.’ [2] πολλὰ δὲ θρασυνομένου καὶ κομπάζοντος ἐν τῷ δήμῳ τοῦ Λεωσθένους, Φωκίων, ‘οἱ λόγοι σου,’ εἶπεν, ‘ μειράκιον, ἐοίκασι κυπαρίττοις: μεγάλοι γὰρ ὄντες καί ὑψηλοί καρποὺς οὐ φέρουσιν.’ ὡς δὲ ἐπαναστὰς Ὑπερείδης ἠρώτησε, ‘πότε οὖν, Φωκίων, συμβουλεύσεις πολεμεῖν Ἀθηναίοις;’ ‘ὅταν,’ εἶπε, ‘τοὺς μὲν νέους ἴδω τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν, τοὺς δὲ ῥήτορας ἀπέχεσθαι τοῦ κλέπτειν τὰ δημόσια.’

[3] θαυμαζόντων δὲ πολλῶν τὴν ὑπὸ τοῦ Λεωσθένους συνηγμένην δύναμιν, καί τοῦ Φωκίωνος πυνθανομένων πῶς τι2 παρεσκευάσθαι δοκοῦσιν αὐτῷ, ‘καλῶς,’ ἔφη, ‘πρὸς τὸ στάδιον τὸν δὲ δόλιχον τοῦ πολέμου φοβοῦμαι, μήτε χρήματα τῆς πόλεως ἕτερα μήτε ναῦς μήτε ὁπλίτας ἐχούσης.’ [4] ἐμαρτύρει δὲ αὐτῷ καί τὰ ἔργα. πρῶτον μὲν γὰρ Λεωσθένης λαμπρὸς ἤρθη ταῖς πράξεσι, τῶν τε Βοιωτῶν μάχῃ κρατήσας καί τὸν Ἀντίπατρον εἰς Λάμιαν συνελάσας: ὅτε καί φασι τὴν μὲν πόλιν ἐλπίδος3 μεγάλης γενομένην ἑορτάζειν εὐαγγέλια συνεχῶς καί θύειν τοῖς θεοῖς, τὸν δὲ Φωκίωνα πρὸς τοὺς ἐλέγχειν αὐτὸν οἰομένους, καὶ πυνθανομένους εἰ ταῦτα οὐκ ἂν ἤθελεν αὑτῷ πεπρᾶχθαι, ‘πάνυ μὲν οὖν,’ ἔφη, ‘βεβουλεῦσθαι δὲ ἐκεῖνα.’ καί πάλιν ἄλλων ἐπ᾽ ἄλλοις εὐαγγελίων γραφομένων καί φερομένων ἀπὸ [p. 198] στρατοπέδου, ‘Πότα ἄρα,’ φάναι, ‘παυσόμεθα νικῶντες;’

1 Λαμιακὸν Coraës and Bekker, after Xylander: Ἑλληνικόν.

2 πῶς τι Bekker, after Coraës, corrects to πῶς.

3 ἐλπίδος Bekker, after Coraës, corrects to ἐπ᾽ ἐλπίδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: