previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ μέντοι περὶ τῶν χρημάτων ὁμολογούμενόν ἐστιν ὅτι δωρεὰν αὐτῷ κατέπεμψεν ἑκατὸν τάλαντα, τούτων κομισθέντων εἰς Ἀθήνας, ἠρώτησεν Φωκίων τοὺς φέροντας τί δή ποτε πολλῶν ὄντων Ἀθηναίων αὐτῷ μόνῳ τοσαῦτα δίδωσιν Ἀλέξανδρος, εἰπόντων δὲ ἐκείνων, ‘ὅτι σὲ κρίνει μόνον ἄνδρα καλὸν καὶ ἀγαθόν’ ‘οὐκοῦν,’ εἶπεν Φωκίων, ‘ἐασάτω με καὶ δοκεῖν ἀεὶ καὶ εἶναι τοιοῦτον.’ [2] ὡς δὲ ἀκολουθήσαντες εἰς οἶκον αὐτῷ πολλὴν ἑώρων εὐτέλειαν, τὴν μὲν γυναῖκα μάττουσαν, δὲ Φωκίων αὐτὸς ἀνιμήσας ὕδωρ ἐκ τοῦ φρέατος ἀπενίπτετο τοὺς πόδας, ἔτι μᾶλλον ἐνέκειντο καὶ ἠγανάκτουν, δεινὸν εἶναι λέγοντες εἰ φίλος ὢν τοῦ βασιλέως [p. 186] οὕτω διαιτήσεται πονηρῶς. ἰδὼν οὖν Φωκίων πένητα πρεσβύτην ἐν τριβωνίῳ ῥυπαρῷ πορευόμενον, ἠρώτησεν εἰ τούτου χείρονα νομίζουσιν αὐτόν, εὐφημεῖν δὲ ἐκείνων δεομένων, [3]καὶ μὴν οὗτος,’ εἶπεν, ‘ἀπ᾽ ἐλαττόνων ἐμοῦ ζῇ καὶ ἀρκεῖται, τὸ δὲ ὅλον μὴ χρώμενος,’ ἔφη, ‘μάτην ἕξω τοσοῦτον χρυσίον, χρώμενος ἐμαυτὸν ἅμα κἀκεῖνον διαβαλῶ πρὸς τὴν πόλιν.’ οὕτω μὲν ἐπανῆλθε πάλιν τὰ χρήματα ἐξ Ἀθηνῶν, ἐπιδείξαντα τοῖς Ἕλλησι πλουσιώτερον τοῦ διδόντος τοσαῦτα τὸν μὴ δεόμενον. [4] ἐπεὶ δὲ Ἀλέξανδρος ἠγανάκτησε καὶ πάλιν ἔγραψε τῷ Φωκίωνι φίλους μὴ νομίζειν τοὺς μηδὲν αὐτοῦ δεομένους, χρήματα μὲν οὐδ᾽ ὣς Φωκίων ἔλαβεν, ἀφεθῆναι δὲ ἠξίωσε τὸν σοφιστὴν Ἐχεκρατίδην καὶ τὸν Ἴμβριον Ἀθηνόδωρον καὶ Ῥοδίους δύο, Δημάρατον καὶ Σπάρτωνα, συνειλημμένους ἐπ᾽ αἰτίαις τισὶ καὶ καθειργμένους ἐν Σάρδεσι. [5] τούτους μὲν οὖν εὐθὺς ἀπέλυσεν Ἀλέξανδρος, Κρατερὸν δὲ ἀποστέλλων εἰς Μακεδονίαν ἐκέλευσε τεττάρων πόλεων ἐν Ἀσίᾳ, Κίου, Γεργίθου, Μυλάσων, Ἐλαίας, μίαν, ἣν ἂν αἱρῆται, παραδοῦναι τῷ Φωκίωνι, διατεινάμενος ἔτι μᾶλλον ὡς χαλεπανεῖ μὴ λαβόντος. ἀλλ᾽ οὔτε Φωκίων ἔλαβεν, τε Ἀλέξανδρος ταχέως ἀπέθανεν. δὲ οἰκία τοῦ Φωκίωνος ἔτι νῦν ἐν Μελίτῃ δείκνυται, χαλκαῖς λεπίσι κεκοσμημένη, τὰ δὲ ἄλλα λιτὴ καὶ ἀφελής. [p. 188]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
  • Cross-references to this page (4):
    • Harper's, Domus
    • A Dictionary of Greek and Roman Antiquities (1890), DOMUS
    • Dictionary of Greek and Roman Geography (1854), ATHE´NAE
    • Dictionary of Greek and Roman Geography (1854), GERGIS
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: