This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[120]
διὰ τοῦτο δὲ προειλόμην πορρωτέρωθεν ποιήσασθαι τὴν ἀρχήν, πρῶτον μὲν ἡγούμενος προσήκειν τοῖς ἀμφισβητοῦσιν ἀρετῆς εὐθὺς ἀπὸ γενεᾶς διαφέροντας εἶναι τῶν ἄλλων, ἔπειτ᾽ αἰσχυνόμενος εἰ περὶ ἀνδρῶν ἀγαθῶν μὲν οὐδὲν δέ μοι προσηκόντων πλείω διαλεχθεὶς τῶν μετρίων περὶ τῶν προγόνων τῶν τὴν πόλιν κάλλιστα διοικησάντων μηδὲ μικρὰν ποιήσομαι μνείαν,