Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
ἔστι δ᾽ ἀνδρὸς νοῦν ἔχοντος μὴ τὴν εὐπορίαν ἀγαπᾶν, ἢν ἔχῃ τις περὶ τῶν αὐτῶν πλείω τῶν ἄλλων εἰπεῖν, ἀλλὰ τὴν εὐκαιρίαν διαφυλάττειν ὑπὲρ ὦν ἂν ἀεὶ τυγχάνῃ διαλεγόμενος: ὅπερ ἐμοὶ ποιητέον ἐστίν. περὶ μὲν οὖν τῶν ποιητῶν αὖθις ἐροῦμεν, ἢ μή με προανέλῃ τὸ γῆρας, ἢ περὶ σπουδαιοτέρων πραγμάτων ἔχω τι λέγειν ἢ τούτων.