Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
τὰ τοίνυν πρὸς τοὺς βαρβάρους ὡς ἑκάτεροι προσηνέχθημεν, δηλωτέον: ἔτι γὰρ τοῦτο λοιπόν ἐστιν. ἐπὶ μὲν γὰρ τῆς ἡμετέρας δυναστείας οὐκ ἐξῆν αὐτοῖς οὔτ᾽ ἐντὸς Ἅλυος πεζῷ στρατοπέδῳ καταβαίνειν οὔτε μακροῖς πλοίοις ἐπὶ τάδε πλεῖν Φασήλιδος: ἐπὶ δὲ τῆς Λακεδαιμονίων οὐ μόνον τοῦ πορεύεσθαι καὶ πλεῖν ὅποι βουληθεῖεν ἐξουσίαν ἔλαβον, ἀλλὰ καὶ δεσπόται πολλῶν Ἑλληνίδων πόλεων κατέστησαν.