Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἔτι τοῦ μὴ τῶν καταβεβλημένων εἷς εἶναι μηδὲ τῶν κατημελημένων, ἀλλ᾽ ἐκείνων περὶ ὧν οἱ χαριέστατοι τῶν Ἑλλήνων καὶ μνησθεῖεν ἂν καὶ διαλεχθεῖεν ὡς σπουδαίων ὄντων,—τούτων ἁπάντων μοι συμβεβηκότων τῶν μὲν ὑπερβαλλόντως τῶν δ᾽ ἐξαρκούντως οὐκ ἀγαπῶ ζῶν ἐπὶ τούτοις, ἀλλ᾽ οὕτω τὸ γῆράς ἐστι δυσάρεστον καὶ μικρολόγον καὶ μεμψίμοιρον, ὥστε πολλάκις ἤδη τήν τε φύσιν τὴν ἐμαυτοῦ κατεμεμψάμην,