Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[189]
δῆλοι δ᾽ ἦσαν οὕτως ἔχοντες ἔν τε τοῖς ἄλλοις οἷς διῴκουν τὴν πόλιν, καὶ τοῖς μεγίστοις τῶν πραγμάτων. τριῶν γὰρ πολέμων γενομένων ἄνευ τοῦ Τρωικοῦ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους, ἐν ἅπασι τούτοις πρωτεύουσαν αὐτὴν παρέσχον. ὧν εἷς μὲν ἦν ὁ πρὸς Ξέρξην, ἐν ᾧ πλέον διήνεγκαν Λακεδαιμονίων ἐν ἅπασι τοῖς κινδύνοις ἢ 'κεῖνοι τῶν ἄλλων,