This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[190]
δεύτερος δ᾽ ὁ περὶ τὴν κτίσιν τῶν ἀποικιῶν, εἰς ὃν Δωριέων μὲν οὐδεὶς ἦλθε συμπολεμήσων, ἡ δὲ πόλις ἡμῶν ἡγεμὼν καταστᾶσα τῶν οὐκ εὐπορούντων καὶ τῶν ἄλλων τῶν βουλομένων τοσοῦτον τὰ πράγματα μετέστησεν, ὥστ᾽ εἰθισμένων τῶν βαρβάρων τὸν ἄλλον χρόνον τὰς μεγίστας πόλεις τῶν Ἑλληνίδων καταλαμβάνειν ἐποίησε τοὺς Ἕλληνας, ἃ πρότερον ἔπασχον, ταῦτα δύνασθαι ποιεῖν.