This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[211]
“ἃς πάσας μὲν διεξιὼν πολὺν ὄχλον ἐμαυτῷ τ᾽ ἂν παράσχοιμι καὶ τοῖς ἀκούουσιν, μίαν δὲ μόνον εἰπών, ἣν ἀγαπῶσι καὶ περὶ ἣν μάλιστα σπουδάζουσιν, οἶμαι δηλώσειν ἅπαντα τὸν τρόπον αὐτῶν. ἐκεῖνοι γὰρ καθ᾽ ἑκάστην τὴν ἡμέραν εὐθὺς ἐξ εὐνῆς ἐκπέμπουσι τοὺς παῖδας, μεθ᾽ ὧν ἂν ἕκαστοι βουληθῶσι, λόγῳ μὲν ἐπὶ θήραν, ἔργῳ δ᾽ ἐπὶ κλωπείαν τῶν ἐν τοῖς ἀγροῖς κατοικούντων: