previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Pythian 4
ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙΩι ΑΡΜΑΤΙ


σάμερον μὲν χρή σε παρ᾽ ἀνδρὶ φίλῳ
στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τ᾽ αὔξῃς οὖρον ὕμνων,
ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος,
5οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέρεα
[10] χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν
νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον
πόλιν ἐν ἀργεννόεντι μαστῷ,
καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι
10ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς
παῖς ἀπέπνευσ᾽ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δ᾽ οὕτως
[20] ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις:
κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν:
φαμὶ γὰρ τᾶσδ᾽ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν
15ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων
Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
[30] ἀντὶ δελφίνων δ᾽ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,
ἁνία τ᾽ ἀντ᾽ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων
20ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι
ξείνια πρῴραθεν Εὔφαμος καταβὰς
[40] δέξατ᾽: αἴσιον δ᾽ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν:
ἁνίκ᾽ ἄγκυραν ποτὶ χαλκόγενυν
25ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον
ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων
εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
[50] τουτάκι δ᾽ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος: φιλίων δ᾽ ἐπέων
30ἄρχετο, ξείνοις ἅτ᾽ ἐλθόντεσσιν εὐεργέται
δεῖπν᾽ ἐπαγγέλλοντι πρῶτον.
ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ
κώλυεν μεῖναι. φάτο δ᾽ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα
[60] ἔμμεναι: γίγνωσκε δ᾽ ἐπειγομένους: ἂν δ᾽ εὐθὺς ἁρπάξαις ἀρούρας
35δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
οὐδ᾽ ἀπίθησέ νιν, ἀλλ᾽ ἥρως ἐπ᾽ ἀκταῖσιν θορὼν
χειρί οἱ χεῖρ᾽ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
πεύθομαι δ᾽ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος
ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ
40 [70] ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. μάν νιν ὤτρυνον θαμὰ
λυσιπόνοις θεραπόντεσσιν φυλάξαι: τῶν δ᾽ ἐλάθοντο φρένες:
καί νυν ἐν τᾷδ᾽ ἄφθιτον νάσῳ κέχυται Λιβύας
εὐρυχόρου σπέρμα πρὶν ὥρας: εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον
Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,
45 [80] υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,
τόν ποτ᾽ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρ᾽ ὄχθαις:
τετράτων παίδων κ᾽ ἐπιγινομένων
αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.
50νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
[90] ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν
νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
δεσπόταν: τὸν μὲν πολυχρύσῳ ποτ᾽ ἐν δώματι
Φοῖβος ἀμνάσει θέμισσιν
55Πύθιον ναὸν καταβάντα χρόνῳ
ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.’
[100] ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δ᾽ ἀκίνητοι σιωπᾷ
ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ᾽ ἐν τούτῳ λόγῳ
60χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ:
σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον
[110] βασιλέ᾽ ἄμφανεν Κυράνᾳ,
δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,
65παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας:
τῷ μὲν Ἀπόλλων τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
[120] ἱπποδρομίας. ἀπὸ δ᾽ αὐτὸν ἐγὼ Μοίσαισι δώσω
καὶ τὸ πάγχρυσον νάκος κριοῦ: μετὰ γὰρ
κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
70τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν
ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν βουλαῖς ἀκάμπτοις.
[130] ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος:
75τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,
εὖτ᾽ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
ξεῖνος αἴτ᾽ ὦν ἀστός. δ᾽ ἆρα χρόνῳ
[140] ἵκετ᾽ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος: ἐσθὰς δ᾽ ἀμφοτέρα νιν ἔχεν,
80 τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους:
οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ᾽ ἀγλαοί,
ἀλλ᾽ ἅπαν νῶτον καταίθυσσον. τάχα δ᾽ εὐθὺς ἰὼν σφετέρας
[150] ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
85ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
τὸν μὲν οὐ γίγνωσκον: ὀπιζομένων δ᾽ ἔμπας τις εἶπεν καὶ τόδε:
οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις
Ἀφροδίτας: ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ
Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.
90 [160] καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν
ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,
ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.’
τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι
γάρυον τοιαῦτ᾽: ἀνὰ δ᾽ ἡμιόνοις ξεστᾷ τ᾽ ἀπήνᾳ προτροπάδαν Πελίας
95ἵκετο σπεύδων: τάφε δ᾽ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον
[170] δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
δεῖμα προσέννεπε: ‘ποίαν γαῖαν, ξεῖν᾽, εὔχεαι
πατρίδ᾽ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς
ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν
100καταμιάναις εἰπὲ γένναν.’
τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
[180] ὧδ᾽ ἀμείφθη: ‘φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
εἴκοσι δ᾽ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
105οὔτ᾽ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
οἴκαδ᾽, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
[190] οὐ κατ᾽ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
Αἰόλῳ καὶ παισί, τιμάν.
πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν
110ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων:
τοί μ᾽, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου
[200] ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,
115νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως:
[210] Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.’
120ὣς φάτο. τὸν μὲν ἐσελθόντ᾽ ἔγνον ὀφθαλμοὶ πατρός.
ἐκ δ᾽ ἄρ᾽ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
[220] καὶ κασίγνητοί σφισιν ἀμφότεροι
125 [230] ἤλυθον κείνου γε κατὰ κλέος: ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
ἐκ δὲ Μεσσάνας Ἀμυθάν: ταχέως δ᾽ Ἄδματος ἷκεν καὶ Μέλαμπος,
εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
ξείνι᾽ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,
130ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ᾽ ἁμέραις
ἱερὸν εὐζοίας ἄωτον.
ἀλλ᾽ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
συγγενέσιν παρεκοινᾶθ᾽: οἱ δ᾽ ἐπέσποντ᾽: αἶψα δ᾽ ἀπὸ κλισιᾶν
ὦρτο σὺν κείνοισι. καί ῥ᾽ ἦλθον Πελία μέγαρον:
135 [240] ἐσσύμενοι δ᾽ εἴσω κατέσταν. τῶν δ᾽ ἀκούσαις αὐτὸς ὑπαντίασεν
Τυροῦς ἐρασιπλοκάμου γενεά: πραῢν δ᾽ Ἰάσων
μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
βάλλετο κρηπῖδα σοφῶν ἐπέων: ‘παῖ Ποσειδᾶνος Πετραίου,
ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι
140κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως:
ἀλλ᾽ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
[250] εἰδότι τοι ἐρέω: μία βοῦς Κρηθεῖ τε μάτηρ
καὶ θρασυμήδεϊ Σαλμωνεῖ: τρίταισιν δ᾽ ἐν γοναῖς
ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον
145λεύσσομεν. Μοῖραι δ᾽ ἀφίσταντ᾽, εἴ τις ἔχθρα πέλει
[260] ὁμογόνοις, αἰδῶ καλύψαι.
οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν
οὐδ᾽ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ
καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ᾽ ἀγρούς τε πάντας, τοὺς ἀπούραις
150ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων:
κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ᾽ ἄγαν:
[270] ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ποτε Κρηθεΐδας
ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,
τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας
155λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.’
ὣς ἄρ᾽ ἔειπεν. ἀκᾷ δ᾽ ἀνταγόρευσεν καὶ Πελίας: ‘ἔσομαι
[280] τοῖος: ἀλλ᾽ ἤδη με γηραιὸν μέρος ἁλικίας
ἀμφιπολεῖ: σὸν δ᾽ ἄνθος ἥβας ἄρτι κυμαίνει: δύνασαι δ᾽ ἀφελεῖν
μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι
160Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,
δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτ᾽ ἐκ πόντου σαώθη
ἔκ τε ματρυιᾶς ἀθέων βελέων.
[290] ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δ᾽ ἐπὶ Κασταλίᾳ,
εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν.
165τοῦτον ἄεθλον ἑκὼν τέλεσον: καί τοι μοναρχεῖν
καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς
ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς γενέθλιος ἀμφοτέροις.’
[300] σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν:
ἀτὰρ Ἰάσων αὐτὸς ἤδη
170ὤρνυεν κάρυκας ἐόντα πλόον
φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι
ἦλθον Ἀλκμήνας θ᾽ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δ᾽ ὑψιχαῖται
ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,
[310] ἔκ τε Πύλου καὶ ἀπ᾽ ἄκρας Ταινάρου: τῶν μὲν κλέος
175ἐσλὸν Εὐφάμου τ᾽ ἐκράνθη σόν τε, Περικλύμεν᾽ εὐρυβία.
ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ
ἔμολεν, εὐαίνητος, Ὀρφεύς.
πέμπε δ᾽ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπ᾽ ἄτρυτον πόνον,
τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δ᾽ Ἔρυτον. ταχέες
180 [320] ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν:
καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων
Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν
νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα
185ναὸς Ἀργοῦς, μή τινα λειπόμενον
[330] τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντ᾽, ἀλλ᾽ ἐπὶ καὶ θανάτῳ
φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
ἐς δ᾽ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,
λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ
190μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς
[340] Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δ᾽ ἐμβόλου
κρέμασαν ἀγκύρας ὕπερθεν,
χρυσέαν χείρεσσι λαβὼν φιάλαν
ἀρχὸς ἐν πρύμνᾳ πατέρ᾽ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους
195κυμάτων ῥιπὰς ἀνέμων τ᾽ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους
ἄματά τ᾽ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν:
[350] ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον
φθέγμα: λαμπραὶ δ᾽ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι:
ἀμπνοὰν δ᾽ ἥρωες ἔστασαν θεοῦ σάμασιν
200πιθόμενοι: κάρυξε δ᾽ αὐτοῖς
ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας:
[360] εἰρεσία δ᾽ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.
σὺν Νότου δ᾽ αὔραις ἐπ᾽ Ἀξείνου στόμα πεμπόμενοι
ἤλυθον: ἔνθ᾽ ἁγνὸν Ποσειδάωνος ἕσσαντ᾽ εἰναλίου τέμενος,
205φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν
καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.
ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,
[370] συνδρόμων κινηθμὸν ἀμαιμάκετον
ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι
210 βαρυγδούπων ἀνέμων στίχες: ἀλλ᾽ ἤδη τελευτὰν κεῖνος αὐταῖς
ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ᾽ ἔπειτεν
ἤλυθον: ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν
[380] μῖξαν Αἰήτᾳ παρ᾽ αὐτῷ. πότνια δ᾽ ὀξυτάτων βελέων
ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν
215ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ
μαινάδ᾽ ὄρνιν Κυπρογένεια φέρεν
πρῶτον ἀνθρώποισι, λιτάς τ᾽ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν:
ὄφρα Μηδείας τοκέων ἀφέλοιτ᾽ αἰδῶ, ποθεινὰ δ᾽ Ἑλλὰς αὐτὰν
[390] ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.
220καὶ τάχα πείρατ᾽ ἀέθλων δείκνυεν πατρωΐων:
σὺν δ᾽ ἐλαίῳ φαρμακώσαισ᾽ ἀντίτομα στερεᾶν ὀδυνᾶν
δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον
γλυκὺν ἐν ἀλλάλοισι μῖξαι.
ἀλλ᾽ ὅτ᾽ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο
225 [400] καὶ βόας, οἳ φλόγ᾽ ἀπὸ ξανθᾶν γενύων πνέον καιομένοιο πυρός,
χαλκέαις δ᾽ ὁπλαῖς ἀράσσεσκον χθόν᾽ ἀμειβόμενοι,
τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δ᾽ αὔλακας ἐντανύσαις
ἤλαυν᾽, ἀνὰ βωλακίας δ᾽ ὀρόγυιαν σχίζε νῶτον
γᾶς. ἔειπεν δ᾽ ὧδε: ‘τοῦτ᾽ ἔργον βασιλεύς,
230 [410] ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,
κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.’
ὣς ἄρ᾽ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος
εἴχετ᾽ ἔργου: πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.
σπασσάμενος δ᾽ ἄροτρον, βοέους δήσαις ἀνάγκας
235ἔντεσιν αὐχένας ἐμβάλλων τ᾽ ἐριπλεύρῳ φυᾷ
[420] κέντρον αἰανὲς βιατὰς ἐξεπόνησ᾽ ἐπιτακτὸν ἀνὴρ
μέτρον. ἴϋξεν δ᾽ ἀφωνήτῳ περ ἔμπας ἄχει
δύνασιν Αἰήτας ἀγασθείς.
πρὸς δ᾽ ἑταῖροι καρτερὸν ἄνδρα φίλας
240ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις
ἀγαπάζοντ᾽. αὐτίκα δ᾽ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν
[430] ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι:
ἤλπετο δ᾽ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.
κεῖτο γὰρ λόχμᾳ, δράκοντος δ᾽ εἴχετο λαβροτατᾶν γενύων,
245ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει,
τέλεσαν ἃν πλαγαὶ σιδάρου.
[440] μακρά μοι νεῖσθαι κατ᾽ ἀμαξιτόν: ὥρα γὰρ συνάπτει: καί τινα
οἶμον ἴσαμι βραχύν: πολλοῖσι δ᾽ ἅγημαι σοφίας ἑτέροις.
κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,
250 Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον:
ἔν τ᾽ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ᾽ ἐρυθρῷ
Λαμνιᾶν τ᾽ ἔθνει γυναικῶν ἀνδροφόνων:
[450] ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,
καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς
255σπέρμ᾽ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον
ἆμαρ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ
τέλλετο: καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν
[460] ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ
νᾶσον: ἔνθεν δ᾽ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον
260σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου
διανέμειν θεῖον Κυράνας
ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
[470] ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος:
265καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ᾽ αὐτᾶς,
εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον:
σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα
μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
ἑὸν ἐρημώσαισα χῶρον.
270 [480] ἐσσὶ δ᾽ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος:
χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις:
ἀλλ᾽ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας
εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.
275 [490] τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.
τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
τῶν δ᾽ Ὁμήρου καὶ τόδε συνθέμενος
ῥῆμα πόρσυν᾽: ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν:
αὔξεται καὶ Μοῖσα δι᾽ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
280καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν
[500] Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,
ἔμαθε δ᾽ ὑβρίζοντα μισεῖν,
285οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,
οὐδὲ μακύνων τέλος οὐδέν. γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
[510] εὖ νιν ἔγνωκεν: θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δ᾽ ἔμμεν
τοῦτ᾽ ἀνιαρότατον, καλὰ γιγνώσκοντ᾽ ἀνάγκᾳ
ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ
290 [520] προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων:
λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
μεταβολαὶ λήξαντος οὔρου
ἱστίων. ἀλλ᾽ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
οἶκον ἰδεῖν, ἐπ᾽ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων
295θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς
δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
[530] μήτ᾽ ὦν τινι πῆμα πορών, ἀπαθὴς δ᾽ αὐτὸς πρὸς ἀστῶν.
καί κε μυθήσαιθ᾽ ὁποίαν, Ἀρκεσίλα,
εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (1885)
load focus English (Diane Arnson Svarlien)
load focus English (Steven J. Willett)
hide References (89 total)
  • Commentary references to this page (74):
    • E. T. Merrill, Commentary on Catullus, 64
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 513-862
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 911-1085
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 313
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 553
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 7
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 103
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1040
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1134
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 167-171
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 230
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 597
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 786
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 954
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1102
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 435
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 705
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 168
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 505
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 722
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 787
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 2.104
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 4.145
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 4.155
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 4.85
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 5.92G
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.129
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.141
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APHRODITE
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 10.517
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.271
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.318
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.581
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 12.286
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 12.61
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 2.199
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.661
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 7.107
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 8.547
    • Walter Leaf, Commentary on the Iliad (1900), 11.740
    • Walter Leaf, Commentary on the Iliad (1900), 17.210
    • Walter Leaf, Commentary on the Iliad (1900), 20.247
    • Walter Leaf, Commentary on the Iliad (1900), 24.757
    • Walter Leaf, Commentary on the Iliad (1900), 4.533
    • Commentary on the Heroides of Ovid, HYPSIPYLE JASONI
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 3.286
    • George W. Mooney, Commentary on Apollonius: Argonautica, 3.471
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 11
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 13
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 11
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 12
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
  • Cross-references to this page (5):
    • Harper's, Zetes
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, His style
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in notes to this page (8):
  • Cross-references in general dictionaries to this page (1):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: