[385α]
Σωκράτης
ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες: σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθ᾽ ἑκάστῳ ὄνομα;Ἑρμογένης
ἔμοιγε δοκεῖ.Σωκράτης
καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;Ἑρμογένης
φημί.Σωκράτης
τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;