[405δ]
τὴν ἐν τῇ ᾠδῇ ἁρμονίαν, ἣ δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ πολεῖ ἅμα πάντα: ἐπιστατεῖ δὲ οὗτος ὁ θεὸς τῇ ἁρμονίᾳ ὁμοπολῶν αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατ᾽ ἀνθρώπους: ὥσπερ οὖν τὸν ὁμοκέλευθον καὶ ὁμόκοιτιν ‘ἀκόλουθον’ καὶ ‘ἄκοιτιν’ ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ ‘ὁμο‐’ ‘ἀ‐,’ οὕτω καὶ ‘Ἀπόλλωνα’ ἐκαλέσαμεν
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.