[424α]
Ἑρμογένης
πάνυ μὲν οὖν.Σωκράτης
καὶ τί ἂν φαίης τὸν τοῦτο δυνάμενον, ὥσπερ τοὺς προτέρους τὸν μὲν μουσικὸν ἔφησθα, τὸν δέ τινα γραφικόν. τοῦτον δὲ τίνα;Ἑρμογένης
τοῦτο ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ὅπερ πάλαι ζητοῦμεν, οὗτος ἂν εἶναι ὁ ὀνομαστικός.Σωκράτης
εἰ ἄρα τοῦτο ἀληθές, ἤδη ἔοικεν ἐπισκεπτέον περὶ ἐκείνων τῶν ὀνομάτων ὧν σὺ ἤρου, περὶ ‘ῥοῆς’ τε καὶ τοῦ ‘ἰέναι’ καὶ ‘σχέσεως,’ εἰ τοῖς γράμμασι καὶ ταῖς συλλαβαῖς