[398ε]
οἱ ἥρωες ῥήτορές τινες καὶ ἐρωτητικοὶ συμβαίνουσιν, ὥστε ῥητόρων καὶ σοφιστῶν γένος γίγνεται τὸ ἡρωικὸν φῦλον. ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε ‘ἄνθρωποι’ καλοῦνται: ἢ σὺ ἔχεις εἰπεῖν;Ἑρμογένης
πόθεν, ὠγαθέ, ἔχω; οὐδ᾽ εἴ τι οἷός τ᾽ ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.
πόθεν, ὠγαθέ, ἔχω; οὐδ᾽ εἴ τι οἷός τ᾽ ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.