[394ε]
Σωκράτης
καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον.Ἑρμογένης
ἔστι ταῦτα.Σωκράτης
οὐ ‘Θεόφιλον,’ ὡς ἔοικεν, οὐδὲ ‘Μνησίθεον’ οὐδὲ τῶν τοιούτων οὐδέν: ἀλλ᾽ ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα.Ἑρμογένης
παντός γε μᾶλλον, ὦ Σώκρατες.Σωκράτης
ὥσπερ γε καὶ ὁ ‘Ὀρέστης,’ ὦ Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ ὀρεινὸν ἐνδεικνύμενος τῷ ὀνόματι.