[414α]
τὸ δίκαιον ῥεούσῃ: οὐ γὰρ ἂν ἐπῃνεῖτο ἡ ἀνδρεία. καὶ τὸ ‘ἄρρεν’ καὶ ὁ ‘ἀνὴρ’ ἐπὶ παραπλησίῳ τινὶ τούτῳ ἐστί, τῇ ἄνῳ ῥοῇ. ‘γυνὴ’ δὲ γονή μοι φαίνεται βούλεσθαι εἶναι. τὸ δὲ ‘θῆλυ’ ἀπὸ τῆς θηλῆς τι φαίνεται ἐπωνομάσθαι: ἡ δὲ ‘θηλὴ’ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι τεθηλέναι ποιεῖ ὥσπερ τὰ ἀρδόμενα;Ἑρμογένης
ἔοικέν γε, ὦ Σώκρατες.Σωκράτης
καὶ μὴν αὐτό γε τὸ ‘θάλλειν’ τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα καὶ ἐξαιφνιδία γίγνεται.
ἔοικέν γε, ὦ Σώκρατες.Σωκράτης
καὶ μὴν αὐτό γε τὸ ‘θάλλειν’ τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα καὶ ἐξαιφνιδία γίγνεται.