[385ξ]
Σωκράτης
ὁ λόγος δ᾽ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δ᾽ αὐτοῦ οὐκ ἀληθῆ;Ἑρμογένης
οὔκ, ἀλλὰ καὶ τὰ μόρια.Σωκράτης
πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ: ἢ πάντα;Ἑρμογένης
πάντα, οἶμαι ἔγωγε.Σωκράτης
ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;Ἑρμογένης
οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.Σωκράτης
καὶ τοῦτο ὄνομα ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;Ἑρμογένης
ναί.Σωκράτης
ἀληθές γε, ὡς φῄς.Ἑρμογένης
ναί.Σωκράτης
τὸ δὲ τοῦ ψεύδους μόριον οὐ ψεῦδος;Ἑρμογένης
φημί.Σωκράτης
ἔστιν ἄρα ὄνομα ψεῦδος καὶ ἀληθὲς λέγειν, εἴπερ καὶ λόγον;