ἢδη γενειῶντα, πρὸς τοὺς φίλους εἶπε ‘μὴ θαυμάσητε τῶν γὰρ καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν.’
ἐπεὶ δὲ Τιμόθεος ὁ κιθαρῳδὸς ἐλπίσας πλείονα, λαβὼν δὲ ἐλάττονα, δῆλος ἦν ἐγκαλῶν αὐτῷ, καί ποτε ᾁδων τουτὶ τὸ κομμάτιον ‘σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς’ ἀπεσήμαινεν εἰς ἐκεῖνον: ὑπέκρουσεν ὁ Ἀρχέλαος αὐτῷ ‘σὺ δέ γε αἰτεῖς.’
ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος, ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον ‘ἀλλ᾽ οὐκ ἐμοῦ’ φησίν ‘ἀλλ᾽ ἐκείνου κατεσκέδασεν ὃν ἔδοξεν ἐμὲ εἶναι.’