Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἐπὶ σὲ βασιλεῦ αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς.’ τότε μὲν οὖν ἀνέστη: γενόμενος δὲ μᾶλλον ἐφ᾽ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτισεν.
ἐπεὶ δὲἍρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν [p. 20] εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, ‘βέλτιόν ἐστιν’ εἶπε ‘τοῦτον αὐτὸν ἢ ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.’
ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.