previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα οὐκ ἀρκέσει ῥητορικῇ, καὶ ταῦτα ἐν αὐτοῖς οὔσῃ τοῖς παραδείγμασιν, μηδὲ κρίνειν πονηρὰ ὁμολογεῖς. εἶεν. τίνες οἱ τυγχάνοντες αὐτῆς ὀρθῶς, καὶ τοῦτο ἐκ τῶν Πλάτωνος δείξομεν. ‘τὸ μὲν δύνασθαι, Φαῖδρε, ὥστε [p. 154] ἀγωνιστὴν τέλεον γενέσθαι εἰκὸς, ἴσως δὲ καὶ ἀναγκαῖον, ἔχειν ὥσπερ τὰ ἄλλα: εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσει ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην: ὅτου δ᾽ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσει: ὅσον δ᾽ αὐτοῦ τέχνη’—ἀλλ᾽ ἐῶ τό γε ἐφεξῆς.

εἰ τοίνυν δεῖ τὸν μέλλοντα ἔσεσθαι ῥητορικὸν φύσιν καὶ τέχνην καὶ μελέτην ὁμοῦ κτήσασθαι, δῆλον ὅτι ἐκπεπτωκὼς τῆς τέχνης καὶ τῆς φύσεως τῆς βελτίστης ἀτελής ἐστι ταύτῃ. πῶς οὖν τοῦτο δεῖ ῥητορικῇ προστιθέναι; εἴπερ μὲν μὴ πάντα παρασχόμενος παρὰ τὴν ἔνδειαν ἀτελής ἐστι, τὰ δὲ ἐπιτηδεύματα ἐκ τῶν κατορθούντων, οὐκ ἐκ τῶν ἀποτυχόντων κρίνεται. δὲ δὴ μὴ μόνον τέχνης, ἀλλὰ καὶ φύσεως καὶ μελέτης δεῖται, πῶς τοῦτο ἔνεστι μηδεμίαν εἶναι τέχνην φάσκειν, πῶς τὸν ἐλλείποντα ὅτου δὴ μέρους ἀτελῆ κατὰ τοῦτο δίκαιον λέγειν, τούτου ὅστις ἂν διὰ πάντων τύχῃ, κολακείαν ἔνι φῆσαι μετέρχεσθαι; πανταχῆ δὲ καὶ διὰ πάντων ἡμῖν ἐκπίπτουσιν αἱ ψῆφοι. πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος φασὶ καὶ τελευταῖος: καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παντὸς μᾶλλον συναγορεύειν. εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ μοι κατὰ τοὺς κωμῳδιοποιοὺς ὥσπερ ἀποδιδράσκοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας τι μαθὼν καλλωπίζεται. [p. 155] εἰ δέ τινες καὶ ἄλλοι παραβοῶντες ῥητορικὴν ψέγουσι, μᾶλλον δὲ τονθορύζοντες ἐκ τοῦ ψόφου τοξεύοντες κατὰ Ἀλκαῖον, ὧν οὐδὲ τὰ ὀνόματα ἀγαγεῖν ῥᾴδιον εἰς λόγον,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: