previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος. ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δή που [p. 33] διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλ᾽ αἱ κράτισται φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον, ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι. εἰ δὲ δὴ μηδ᾽ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν τῶν τεχνῶν, ἀλλὰ θεοὺς ἡγήσασθαι φαμὲν αὐτοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρ᾽ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας, ἀλλ᾽ ἀνθρώπους παρὰ θεῶν, καὶ διδασκάλων μὲν ἐκείνους, μαθητῶν δὲ ἡμᾶς ἔχειν τάξιν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. οἱ μὲν γὰρ εὑρήκασιν ἅπαντα, ἡμεῖς δ᾽, οἶμαι, λαβόντες χρώμεθα. ὀρθῶς ἄρα καὶ δικαίως τοῦ Ἑλικῶνος πρόσοικος καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπιπνοίας ταῦτα λέγειν εἰληφότα τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ θεῶν ἐγγὺς πρῶτον καὶ κράτιστον ἔθετο ὃς αὐτὸς πάντα νοήσῃ, τὸν δ᾽ ἀκούσαντα καὶ μαθόντα δεύτερον. ποῦ γὰρ ἄν τις καὶ κράτιστον θείη τὸν μαθόντα καὶ πῶς; οὐκ ἔστιν οὐδὲ βουλομένῳ, ἀλλὰ φύσει κεκώλυται, δικαίως, ὅτι καὶ νικᾶν πανταχοῦ φαμὲν τὴν φύσιν. εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδ᾽ ἂν αὐτὸ πρῶτον τὸ μαθεῖν ἦν. ἐχρῆν γὰρ δή που μαθεῖν παρ᾽ ἑτέρου. ὥστε οὐκ ἂν ἦν διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν [p. 34] κρεῖττον καὶ πρῶτον ἦν. παρὰ τοῦ γὰρ, καὶ σὺ τὴν ποικίλην κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων μαθών ἐστι τοῦ τὸ πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλει μαθήσεσθαι. πᾶς γὰρ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν: ὡς εἴ γε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι, πῶς ἄλλῳ γ᾽ ἂν εἰπόντι πεισθείη;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: