previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ 1 τρόπῳ καὶ παρὰ τῆς γερουσίας τοῦ τε δήμου ἐβεβαιώσατο, βουληθεὶς δὲ δὴ καὶ ὣς δημοτικός τις εἶναι δόξαι, τὴν μὲν φροντίδα τήν τε προστασίαν τῶν κοινῶν πᾶσαν ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε δὲ πάντων αὐτὸς τῶν ἐθνῶν ἄρξειν, 2 [2] οὔθ᾽ ὅσων ἂν ἄρξῃ, διὰ παντὸς τοῦτο ποιήσειν ἔφη, ἀλλὰ τὰ μὲν ἀσθενέστερα ὡς καὶ εἰρηναῖα καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, 3 τὰ δ᾽ ἰσχυρότερα ὡς καὶ σφαλερὰ καὶ ἐπικίνδυνα καὶ ἤτοι πολεμίους τινὰς προσοίκους ἔχοντα καὶ αὐτὰ καθ᾽ [3] ἑαυτὰ μέγα τι νεωτερίσαι δυνάμενα κατέσχε, λόγῳ μὲν ὅπως μὲν γερουσία ἀδεῶς τὰ κάλλιστα τῆς ἀρχῆς καρπῷτο, αὐτὸς δὲ τούς τε πόνους καὶ τοὺς κινδύνους ἔχῃ, ἔργῳ δὲ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ δὴ μόνος καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας [4] τρέφῃ. καὶ ἐνομίσθη διὰ ταῦτα μὲν Ἀφρικὴ καὶ Νουμιδία τε Ἀσία καὶ Ἑλλὰς μετὰ τῆς Ἠπείρου, καὶ τὸ Δελματικὸν τό τε Μακεδονικὸν καὶ Σικελία, Κρήτη τε μετὰ Λιβύης τῆς [p. 220] περὶ Κυρήνην καὶ Βιθυνία μετὰ τοῦ προσκειμένου οἱ Πόντου, Σαρδώ τε καὶ Βαιτικὴ τοῦ τε δήμου [5] καὶ τῆς γερουσίας εἶναι, τοῦ δὲ δὴ Καίσαρος τε λοιπὴ Ἰβηρία, τε περὶ Ταρράκωνα καὶ Λυσιτανία, καὶ Γαλάται πάντες, οἵ τε Ναρβωνήσιοι καὶ οἱ Λουγδουνήσιοι Ἀκυιτανοί τε καὶ Βελγικοί, 4 [6] αὐτοί τε καὶ οἱ ἔποικοί σφων: Κελτῶν γάρ τινες, οὓς δὴ Γερμανοὺς καλοῦμεν, πᾶσαν τὴν πρὸς τῷ Ῥήνῳ Βελγικὴν 5 κατασχόντες Γερμανίαν ὀνομάζεσθαι ἐποίησαν, τὴν μὲν ἄνω τὴν μετὰ τὰς τοῦ ποταμοῦ πηγάς, τὴν δὲ κάτω τὴν μέχρι τοῦ [7] ὠκεανοῦ τοῦ Βρεττανικοῦ οὖσαν. ταῦτά τε οὖν καὶ Συρία κοίλη καλουμένη τε Φοινίκη καὶ Κιλικία καὶ Κύπρος καὶ Αἰγύπτιοι ἐν τῇ τοῦ Καίσαρος μερίδι τότε 6 ἐγένοντο: ὕστερον γὰρ τὴν μὲν Κύπρον καὶ τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα τῷ δήμῳ ἀπέδωκεν, αὐτὸς δὲ τὴν Δελματίαν [8] ἀντέλαβε. καὶ τοῦτο μὲν καὶ ἐπ᾽ ἄλλων ἐθνῶν μετὰ ταῦτ᾽ ἐπράχθη, ὥς που καὶ διέξοδος τοῦ λόγου δηλώσει: ταῦτα δὲ οὕτω κατέλεξα, ὅτι νῦν χωρὶς ἕκαστον αὐτῶν ἡγεμονεύεται, ἐπεὶ τό γε ἀρχαῖον καὶ ἐπὶ πολὺ καὶ σύνδυο καὶ σύντρια τὰ [9] ἔθνη ἅμα ἤρχετο. τῶν δὲ δὴ λοιπῶν οὐκ ἐμνημόνευσα, ὅτι τὰ μὲν ὕστερον αὐτῶν προσεκτήθη, 7 τὰ δέ, εἰ καὶ τότε ἤδη ἐκεχείρωτο, ἄλλ᾽ οὔτι γε καὶ ὑπὸ τῶν Ῥωμαίων ἤρχετο, ἀλλ᾽ αὐτόνομα ἀφεῖτο καὶ βασιλείαις τισὶν ἐπετέτραπτο: καὶ [p. 222] αὐτῶν ὅσα μετὰ τοῦτ᾽ ἐς τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀφίκετο, τῷ ἀεὶ κρατοῦντι προσετέθη.

1 tw=| Xiph., te *wM.

2 a)/rcein Bk., a)/rxein *wM Xiph.

3 th=| boulh=| Xiph. Zon., om. wM.

4 *belgikoi/ Bs., beltikoi/ *wM.

5 *belgikh\n Bs., beltikh\n *wM.

6 to/te M, om. V.

7 prosekth/qh *w, prosekth/sqh M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: