previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

καὶ μήτε 1 θαυμάσητε εἰ ταῦθ᾽ οὕτω φρονῶ, τήν τε ἄλλην ἐπιείκειάν μου καὶ πρᾳότητα καὶ ἀπραγμοσύνην ὁρῶντες, καὶ προσεκλογιζόμενοι ὅτι οὐδὲν πώποτε οὔθ᾽ ὑπέρογκον οὔθ᾽ ὑπὲρ τοὺς πολλούς, καίπερ πολλὰ πολλάκις ψηφισαμένων [2] ὑμῶν, ἐδεξάμην: μήτ᾽ αὖ μωρίαν μου καταγνῶτε, [p. 204] ὅτι ἐξόν μοι καὶ ὑμῶν ἄρχειν καὶ τηλικαύτην ἡγεμονίαν τοσαύτης οἰκουμένης ἔχειν οὐ βούλομαι. ἐγὼ γάρ, ἄν τε τὸ δίκαιόν τις ἐξετάζῃ, δικαιότατον εἶναι νομίζω τὸ τὰ ὑμέτερα ὑμᾶς διέπειν, ἄν τε καὶ τὸ συμφέρον, συμφορώτατον ἡγοῦμαι καὶ ἐμοὶ τὸ μήτε πράγματα ἔχειν μήτε φθονεῖσθαι μήτε ἐπιβουλεύεσθαι καὶ ὑμῖν τὸ μετ᾽ ἐλευθερίας καὶ σωφρόνως καὶ φιλικῶς πολιτεύεσθαι: [3] ἄν τε καὶ τὸ εὐκλεές, οὗπερ ἕνεκα πολλοὶ καὶ πολεμεῖν καὶ κινδυνεύειν πολλάκις αἱροῦνται, πῶς μὲν οὐκ εὐδοξότατόν μοι ἔσται τηλικαύτης ἀρχῆς ἀφέσθαι, πῶς δ᾽ οὐκ εὐκλεέστατον ἐκ τοσούτου ἡγεμονίας ὄγκου ἐθελοντὶ ἰδιωτεῦσαι; ὥστ᾽ εἴ τις ὑμῶν ἀπιστεῖ ταῦτ᾽ ὄντως τινὰ ἄλλον καὶ φρονῆσαι ἐπ᾽ ἀληθείας καὶ εἰπεῖν δύνασθαι, [4] ἔμοιγε πιστευσάτω. πολλὰ γὰρ καὶ μεγάλα καταλέξαι ἔχων ὅσα καὶ ὑπ᾽ ἐμοῦ καὶ ὑπὸ τοῦ πατρός μου εὐηργέτησθε, ἐφ᾽ οἷς εἰκότως ἂν ἡμᾶς ὑπὲρ πάντας τοὺς ἄλλους καὶ φιλοίητε καὶ τιμῴητε, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον εἴποιμι, οὐδ᾽ ἂν ἐπ᾽ ἄλλῳ τινὶ μᾶλλον σεμνυναίμην, ὅτι τὴν μοναρχίαν μήτε ἐκεῖνος καίτοι διδόντων ὑμῶν λαβεῖν ἠθέλησε καὶ ἐγὼ ἔχων ἀφίημι.

1 mh/te Bk., mh/toi *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: