previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. τὸ μὲν οὖν σύμπαν οὕτω τὴν ἀρχὴν διῴκησε, λέξω δὲ καὶ καθ᾽ ἕκαστον ὅσα ἀναγκαῖόν ἐστι μετὰ τῶν ὑπάτων, ἐφ᾽ 1 ὧν ἐγένετο, μνημονεύεσθαι. ἐν μὲν γὰρ τῷ προειρημένῳ ἔτει τὰς ὁδοὺς τὰς ἔξω τοῦ τείχους δυσπορεύτους ὑπ᾽ ἀμελείας ὁρῶν οὔσας τὰς μὲν ἄλλας ἄλλοις τισὶ τῶν βουλευτῶν ἐπισκευάσαι τοῖς οἰκείοις τέλεσι προσέταξε, τῆς δὲ δὴ Φλαμινίας 2 αὐτός, ἐπειδήπερ ἐκστρατεύσειν δι᾽ αὐτῆς ἤμελλεν, ἐπεμελήθη. [2] καὶ μὲν εὐθὺς τότε ἐγένετο, καὶ διὰ τοῦτο καὶ εἰκόνες αὐτῷ ἐφ᾽ ἁψίδων ἔν τε τῇ τοῦ Τιβέριδος γεφύρᾳ καὶ ἐν Ἀριμίνῳ ἐποιήθησαν: αἱ δ᾽ ἄλλαι ὕστερον, εἴτ᾽ οὖν πρὸς τοῦ δημοσίου, ἐπειδὴ μηδεὶς τῶν βουλευτῶν ἡδέως ἀνήλισκεν, εἴτε καὶ πρὸς τοῦ Αὐγούστου τις εἰπεῖν ἐθέλει, [3] ἐπεσκευάσθησαν. οὐ γὰρ δύναμαι διακρῖναι τοὺς θησαυροὺς αὐτῶν, οὐδ᾽ εἰ τὰ μάλιστα Αὔγουστος καὶ ἀνδριάντας τινὰς ἑαυτοῦ ἀργυροῦς, πρός τε τῶν φίλων καὶ πρὸς δήμων τινῶν γεγονότας, ἐς νόμισμα κατέκοψε τοῦ δὴ καὶ οἴκοθεν [4] πάνθ᾽ ὅσα γε καὶ ἔλεγε δαπανᾶν δοκεῖν: καὶ διὰ τοῦτο οὔτ᾽ εἴ ποτε ἐκ τῶν δημοσίων τι χρημάτων ἀεὶ κρατῶν ἔλαβεν, οὔτ᾽ εἴ ποτε αὐτὸς ἔδωκε, 3 γνώμην ἔχω συγγράψαι. πολλάκις τε γὰρ ἑκάτερον αὐτῶν ἐγένετο, καὶ τί ἄν τις ἐς δανείσματα καὶ δωρεὰς τὰ τοιαῦτα καταλέγοι, 4 ὁπότε καὶ [p. 252] τούτοις καὶ ἐκείνοις καὶ δῆμος καὶ αὐτοκράτωρ ἐπίκοινον ἀεὶ χρῶνται; [5] τότε μὲν δὴ ταῦτα 5 Αὔγουστος ἔπραξε, καὶ ἐξώρμησε μὲν ὡς καὶ ἐς τὴν Βρεττανίαν στρατεύσων, ἐς δὲ δὴ τὰς Γαλατίας ἐλθὼν ἐνταῦθα ἐνδιέτριψεν: ἐκεῖνοί τε γὰρ ἐπικηρυκεύσεσθαί 6 οἱ ἐδόκουν, καὶ τὰ τούτων ἀκατάστατα ἔτι, ἅτε τῶν ἐμφυλίων πολέμων εὐθὺς ἐπὶ τῇ ἁλώσει σφῶν ἐπιγενομένων, ἦν. καὶ αὐτῶν καὶ ἀπογραφὰς ἐποιήσατο καὶ τὸν βίον τήν τε πολιτείαν διεκόσμησε. κἀντεῦθεν ἔς τε τὴν Ἰβηρίαν ἀφίκετο, καὶ κατεστήσατο καὶ ἐκείνην.

1 e)f' St., u(f' *wM.

2 *flamini/as R. Steph., flamhni/as *wM.

3 e)/dwke R. Steph., e)/labe *wM.

4 katale/goi Reim., kai\ le/goi *wM.

5 o( supplied by R. Steph.

6 e)pikhrukeu/sesqai Cobet, e)pikhrukeu/sasqai *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: