previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9.

δἰ οὖν ταῦτα καὶ ἱκετεύω καὶ δέομαι πάντων ὑμῶν ὁμοίως καὶ συνεπαινέσαι καὶ συμπροθυμηθῆναί μοι, λογισαμένους πάνθ᾽ ὅσα καὶ πεπολέμηκα ὑπὲρ ὑμῶν καὶ πεπολίτευμαι, κἀν τούτῳ πᾶσάν μοι τὴν ὑπὲρ αὐτῶν χάριν ἀποδόντας, ἐν τῷ συγχωρῆσαί μοι ἐν ἡσυχίᾳ ἤδη ποτὲ καταβιῶναι, ἵνα καὶ ἐκεῖνο εἰδῆτε ὅτι οὐ μόνον ἄρχειν ἀλλὰ καὶ ἄρχεσθαι ἐπίσταμαι, καὶ πάνθ᾽ ὅσα ἄλλοις ἐπέταξα, καὶ αὐτὸς ἀντεπιταχθῆναι δύναμαι. [2] μάλιστα μὲν γὰρ καὶ ἀσφαλῶς ζήσειν καὶ μηδὲν ὑπὸ μηδενὸς μήτε ἔργῳ μήτε λόγῳ κακὸν πείσεσθαι προσδοκῶ: τοσοῦτόν που τῇ εὐνοίᾳ ὑμῶν, ἐξ [3] ὧν αὐτὸς ἐμαυτῷ σύνοιδα, πιστεύω. ἂν δέ τι καὶ πάθω, οἷα πολλοῖς συμβαίνει ῾οὐδὲ γὰρ οἷόν τέ ἐστι πᾶσί τινα, ἄλλως τε καὶ ἐν τοσούτοις πολέμοις, τοῖς μὲν ὀθνείοις τοῖς δὲ καὶ ἐμφυλίοις, γενόμενον καὶ τηλικαῦτα πράγματα ἐπιτραπέντα, ἀρέσαἰ, καὶ πάνυ ἑτοίμως καὶ πρὸ τοῦ εἱμαρμένου [p. 212] μοι χρόνου τελευτῆσαι μᾶλλον ἰδιωτεύσας, καὶ ἀθάνατος μοναρχήσας γενέσθαι, αἱροῦμαι. [4] ἐμοὶ μὲν γὰρ εὔκλειαν καὶ αὐτὸ τοῦτο οἴσει ὅτι οὐ μόνον οὐκ ἐφόνευσά τινα ὑπὲρ τοῦ τὴν ἀρχὴν κατασχεῖν, ἀλλὰ καὶ προσαπέθανον ὑπὲρ τοῦ μὴ μοναρχῆσαι: δὲ δὴ τολμήσας ἀποκτεῖναί με πάντως που καὶ ὑπὸ τοῦ δαιμονίου καὶ ὑφ᾽ [5] ὑμῶν κολασθήσεται. ἅπερ που καὶ ἐπὶ τοῦ πατρός μου γέγονεν: ἐκεῖνος μὲν γὰρ καὶ ἰσόθεος ἀπεδείχθη καὶ τιμῶν ἀιδίων ἔτυχεν, οἱ δ᾽ ἀποσφάξαντες αὐτὸν κακοὶ κακῶς ἀπώλοντο. ἀθάνατοι μὲν γὰρ οὐκ ἂν δυνηθείημεν γενέσθαι, ἐκ δὲ δὴ τοῦ καλῶς ζῆσαι καὶ ἐκ τοῦ καλῶς τελευτῆσαι [6] καὶ τοῦτο τρόπον τινὰ κτώμεθα. ἀφ᾽ οὗπερ καὶ ἐγὼ τὸ μὲν ἤδη ἔχων τὸ δὲ ἕξειν ἐλπίζων, ἀποδίδωμι ὑμῖν καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τάς τε προσόδους καὶ τοὺς νόμους, τοσοῦτον μόνον ὑπειπών, ἵνα μήτε τὸ μέγεθος καὶ τὸ δυσμεταχείριστον τῶν πραγμάτων φοβηθέντες ἀθυμήσητε, μήτ᾽ αὖ καταφρονήσαντες αὐτῶν ὡς καὶ ῥᾳδίως διοικεῖσθαι δυναμένων ἀμελήσητε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: