previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

τί γὰρ ἄν τις καὶ παρεξετάσειεν αὐτῷ; τὴν Γαλατίας ἅλωσιν τὴν Παννονίας δούλωσιν τὴν Μυσίας χείρωσιν τὴν Αἰγύπτου καταστροφήν; ἀλλὰ τὸν Φαρνάκην τὸν Ἰούβαν τὸν Φραάτην, τὴν ἐπὶ τοὺς Βρεττανοὺς στρατείαν, [p. 206] τὴν τοῦ Ῥήνου διάβασιν; καίτοι τοσαῦτα καὶ τοιαῦτα ταῦτά ἐστιν ὅσα καὶ οἷα οὐδὲ σύμπαντες οἱ πατέρες ἡμῶν ἐν παντὶ τῷ πρόσθεν χρόνῳ [2] πεποιήκασιν. ἀλλ᾽ ὅμως οὔτε τούτων τι τῷ παρόντι ἔργῳ παραβαλεῖν ἐστιν ἄξιον, οὔθ᾽ ὅτι τοὺς ἐμφυλίους πολέμους καὶ μεγίστους καὶ ποικιλωτάτους διὰ πάντων γενομένους καὶ διεπολεμήσαμεν καλῶς καὶ διεθέμεθα φιλανθρώπως, τοῦ μὲν ἀντιστάντος ὡς καὶ πολεμίου παντὸς 1 κρατήσαντες, τὸ δ᾽ ὑπεῖξαν ὡς καὶ φίλιον πᾶν περισώσαντες, [3] ὥστ᾽ εἴπερ ποτὲ καὶ αὖθις πεπρωμένον εἴη τὴν πόλιν ἡμῶν 2 νοσῆσαι, τοῦτον αὐτὴν τὸν τρόπον εὔξασθαί τινα στασιάσαι: τὸ γάρ τοι τοσοῦτόν τε ἰσχύσαντας ἡμᾶς καὶ οὕτω καὶ τῇ ἀρετῇ καὶ τῇ τύχῃ ἀκμάσαντας ὥστε καὶ ἑκόντων καὶ ἀκόντων ὑμῶν αὐταρχῆσαι δυνηθῆναι, μήτε ἐκφρονῆσαι μήτε τῆς μοναρχίας ἐπιθυμῆσαι, ἀλλὰ καὶ ἐκεῖνον διδομένην αὐτὴν ἀπώσασθαι καὶ ἐμὲ δεδομένην ἀποδιδόναι, ὑπὲρ ἄνθρωπόν [4] ἐστιν. λέγω δὲ ταῦτα οὐκ ἄλλως ἐπικομπῶν ῾οὐδὲ γὰρ ἂν εἶπον αὐτὰ ἀρχήν, εἰ καὶ ὁτιοῦν πλεονεκτήσειν ἀπ᾽ αὐτῶν ἤμελλον᾽, ἀλλ᾽ ἵνα εἰδῆτε ὅτι πολλῶν καὶ μεγάλων ἔς τε τὸ κοινὸν εὐεργετημάτων καὶ ἐς τὰ οἰκεῖα σεμνολογημάτων ἡμῖν ὄντων, ἐπὶ τούτῳ μάλιστα ἀγαλλόμεθα ὅτι, ὧν ἕτεροι καὶ βιαζόμενοί τινας ἐπιθυμοῦσι, ταῦθ᾽

1 panto\s M, tino\s V.

2 ei)/h th\n po/lin h(mw=n *w, h(mw=n ei)/h th\n po/lin M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: