previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33. καί μοι δοκεῖ ταῦθ᾽ οὕτω τότε οὐκ ἐκ κολακείας ἀλλ᾽ ἐπ᾽ ἀληθείας τιμηθεὶς λαβεῖν. τά τε γὰρ ἄλλα ὡς ἐλευθέροις σφίσι προσεφέρετο, καὶ ἐπειδὴ μὲν Τιριδάτης 1 αὐτός, παρὰ δὲ δὴ τοῦ Φραάτου πρέσβεις, ἐφ᾽ οἷς ἀντενεκάλουν ἀλλήλοις ἀφίκοντο, ἐς τὴν βουλὴν αὐτοὺς ἐσήγαγε, [2] καὶ μετὰ τοῦτ᾽ ἐπιτραπεὶς παρ᾽ αὐτῆς τὴν διάγνωσιν [p. 278] τὸν μὲν Τιριδάτην τῷ Φραάτῃ οὐκ ἐξέδωκεν, τὸν δ᾽ υἱὸν αὐτῷ, ὃν πρότερον παρ᾽ ἐκείνου λαβὼν εἶχεν, ἀπέπεμψεν ἐπὶ τῷ τούς τε αἰχμαλώτους καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἔν τε τῇ τοῦ Κράσσου καὶ ἐν τῇ τοῦ Ἀντωνίου συμφορᾷ ἁλόντα κομίσασθαι. [3] κἀν τῷ αὐτῷ τούτῳ ἔτει ἀγορανόμον τέ τινα τῶν καταδεεστέρων ἀποθανόντα Γάιος Καλπούρνιος, καίτοι προηγορανομηκὼς ἐν τοῖς ἀμείνοσι, διεδέξατο, ὅπερ ἐπ᾽ οὐδενὸς ἄλλου μνημονεύεται γενόμενον: κἀν ταῖς ἀνοχαῖς δύο καθ᾽ ἑκάστην ἡμέραν ἐπολιάρχησαν, καὶ εἷς γέ τις αὐτῶν οὐδ᾽ ἐς μειράκιά 2 πω τελῶν ὅμως ἦρξεν. [4] αἰτίαν μὲν οὖν Λιουία τοῦ θανάτου τοῦ Μαρκέλλου ἔσχεν, ὅτι τῶν υἱέων αὐτῆς προετετίμητο: ἐς ἀμφίβολον δ᾽ οὖν ὑποψία αὕτη καὶ ὑπ᾽ ἐκείνου τοῦ ἔτους καὶ ὑπὸ τοῦ ἔπειτα, οὕτω νοσωδῶν γενομένων 3 ὥστε πάνυ πολλοὺς ἐν αὐτοῖς [5] ἀπολέσθαι, κατέστη. καὶ φιλεῖ γάρ πως ἀεί τι πρὸ τῶν τοιούτων προσημαίνεσθαι, τότε μὲν λύκος τε ἐν τῷ ἄστει συνελήφθη, καὶ πῦρ χειμών τε πολλοῖς οἰκοδομήμασιν ἐλυμήνατο, τε Τίβερις αὐξηθεὶς τήν τε γέφυραν τὴν ξυλίνην
κατέσυρε καὶ τὴν πόλιν πλωτὴν ἐπὶ τρεῖς ἡμέρας ἐποίησε.

1 *tirida/ths Dind., teirida/ths *wM (and similarly just belos'.

2 meira/kia/ v. Hers., meira/kio/n *wM.

3 noswdw=n genome/nwn Bk., nosw/dous genome/nou *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: