previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. ταῦτα μὲν ὕστερον ἔπραξε, τότε δὲ σωθεὶς τὰς διαθήκας ἐσήνεγκε μὲν ἐς τὸ συνέδριον καὶ ἀναλέξασθαι ἠθέλησεν, ἐνδεικνύμενος 1 τοῖς ἀνθρώποις ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλελοιπὼς ἦν, οὐ μέντοι καὶ ἀνέγνω: οὐδεὶς γὰρ [2] ἐπέτρεψεν. ἐθαύμαζον μέντοι καὶ πάνυ πάντες αὐτοῦ ὅτι τὸν Μάρκελλον καὶ ὡς γαμβρὸν καὶ ὡς ἀδελφιδοῦν ἀγαπῶν, καὶ ἄλλας τε αὐτῷ τιμὰς διδοὺς καὶ τὴν ἑορτὴν ἣν ἐκ τῆς ἀγορανομίας [3] ἐπετέλει συνδιαθεὶς λαμπρῶς, ὥστε τήν τε ἀγορὰν ἐν παντὶ τῷ θέρει 2 παραπετάσμασι κατὰ κορυφὴν διαλαβεῖν καὶ ὀρχηστήν τινα ἱππέα γυναῖκά τε ἐπιφανῆ ἐς τὴν ὀρχήστραν ἐσαγαγεῖν, ὅμως τὴν μοναρχίαν οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ [4] τὸν Ἀγρίππαν αὐτοῦ προετίμησεν. οὕτως, ὡς ἔοικεν, οὐδέπω τῇ τοῦ μειρακίου γνώμῃ ἐθάρσει, [p. 274] ἀλλ᾽ ἤτοι τὸν δῆμον τὴν ἐλευθερίαν κομίσασθαι καὶ τὸν Ἀγρίππαν τὴν ἡγεμονίαν παρ᾽ ἐκείνου λαβεῖν ἠθέλησεν: εὖ τε γὰρ ἠπίστατο προσφιλῆ σφισιν ἐς τὰ μάλιστα αὐτὸν ὄντα, καὶ οὐκ ἐβούλετο παρ᾽ ἑαυτοῦ δὴ δοκεῖν αὐτὴν ἐπιτρέπεσθαι.

1 e)ndeiknu/menos M Zon., e)ndeiknume/nois V.

2 qe/rei Bk. following Xiph., qe/rei e)n *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: