previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. ἐκ δὲ τούτου δέκατον Αὔγουστος μετὰ Γαΐου Νωρβανοῦ ἦρξε, καὶ ἔν τε τῇ νουμηνίᾳ ὅρκους βουλὴ βεβαιοῦσα τὰς πράξεις αὐτοῦ [p. 266] ἐποιήσατο, καὶ ἐπειδὴ πλησιάζειν τε ἤδη τῇ πόλει ἠγγέλθη ῾ὑπὸ γὰρ τῆς ἀρρωστίας ἐχρόνισἐ καὶ τῷ δήμῳ καθ᾽ ἑκατὸν δραχμὰς δώσειν ὑπέσχετο, [2] τό τε γράμμα τὸ περὶ αὐτῶν ἀπηγόρευσε μὴ πρότερον ἐκτεθῆναι πρὶν ἂν καὶ ἐκείνῃ συνδόξῃ, πάσης αὐτὸν τῆς τῶν νόμων ἀνάγκης ἀπήλλαξαν, ἵν᾽, ὥσπερ εἴρηταί μοι, καὶ αὐτοτελὴς ὄντως καὶ αὐτοκράτωρ καὶ ἑαυτοῦ καὶ τῶν νόμων πάντα τε ὅσα βούλοιτο ποιοίη καὶ πάνθ᾽ ὅσα ἀβουλοίη 1 [3] μὴ πράττῃ. ταῦτα μὲν ἀποδημοῦντι ἔτ᾽ αὐτῷ ἐψηφίσθη, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην ἄλλα τινὰ ἐπί τε τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ ἀνακομιδῇ αὐτοῦ ἐγένετο. τῷ τε Μαρκέλλῳ βουλεύειν τε ἐν τοῖς ἐστρατηγηκόσι καὶ τὴν ὑπατείαν δέκα θᾶττον ἔτεσιν ἤπερ ἐνενόμιστο αἰτῆσαι, καὶ τῷ Τιβερίῳ πέντε πρὸ ἑκάστης ἀρχῆς ἔτεσι τὸ αὐτὸ τοῦτο [4] ποιῆσαι ἐδόθη: καὶ παραχρῆμά γε οὗτος μὲν ταμίας ἐκεῖνος δὲ ἀγορανόμος ἀπεδείχθησαν. τῶν τε ταμιευσόντων ἐν τοῖς ἔθνεσιν ἐπιλειπόντων ἐκληρώθησαν ἐς αὐτὰ πάντες οἱ μέχρι δέκα ἄνω ἐτῶν ἄνευ τοῦ ἔργου τούτου τεταμιευκότες.

1 a)bouloi/h Dind., a)\ bouloi/h *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: