This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[116]
ἀλλ᾽ ἔκ τε τῶν τεχνῶν τῶν περὶ τὰς ναῦς καὶ τῶν ἐλαύνειν αὐτὰς δυναμένων καὶ τῶν τὰ σφέτερα μὲν αὐτῶν ἀπολωλεκότων, ἐκ δὲ τῶν ἀλλοτρίων πορίζεσθαι τὸν βίον εἰθισμένων: ὧν εἰσπεσόντων εἰς τὴν πόλιν οὐκ ἄδηλος ἦν ὅ τε κόσμος ὁ τῆς πολιτείας τῆς πρότερον ὑπαρχούσης λυθησόμενος, ἥ τε τῶν συμμάχων εὔνοια ταχέως ληψομένη μεταβολήν, ὅταν οἷς πρότερον χώρας ἐδίδοσαν καὶ πόλεις, τούτους ἀναγκάζωσι συντάξεις καὶ φόρους ὑποτελεῖν, ἵν᾽ ἔχωσι μισθὸν διδόναι τοῖς τοιούτοις οἵους ὀλίγῳ πρότερον εἶπον.