previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπειδὴ δὲ καὶ Μαχάρης Μιθριδάτου παῖς ἔχων τὸν Βόσπορον ἔπεμψεν αὐτῷ στέφανον ἀπὸ χρυσῶν χιλίων, δεόμενος Ῥωμαίων ἀναγραφῆναι φίλος καὶ σύμμαχος, ἤδη οἰόμενος τὰ τοῦ προτέρου πολέμου πέρας ἔχειν Σωρνάτιον [p. 546] μὲν αὐτοῦ φύλακα τῶν Ποντικῶν ἀπέλιπε μετὰ στρατιωτῶν ἑξακισχιλίων, [2] αὐτὸς δὲ μυρίους μὲν ἄγων καὶ δισχιλίους πεζούς, ἱππεῖς δὲ τρισχιλίων ἐλάττους, ἐπὶ τὸν δεύτερον ἐχώρει πόλεμον, ὁρμῇ τινι δοκῶν παραβόλῳ καὶ σωτήριον οὐκ ἐχούσῃ λογισμὸν ἐμβαλεῖν αὑτὸν εἰς ἔθνη μάχιμα καὶ μυριάδας ἱππέων πολλὰς καὶ ἀχανῆ χώραν, βαθέσι μὲν ποταμοῖς, ἀεὶ δὲ κατανιφομένοις ὄρεσι περιεχομένην, [3] ὥστε τοὺς μὲν στρατιώτας οὐδ᾽ ἄλλως ὄντας εὐτάκτους ἄκοντας ἕπεσθαι καὶ ζυγομαχοῦντας, ἐν δὲ Ῥώμῃ καταβοᾶν καὶ διαμαρτύρεσθαι τοὺς δημαγωγούς, ὡς πόλεμον ἐκ πολέμου διώκει Λούκουλλος οὐδὲν τῆς πόλεως δεομένης, ἀλλ᾽ ὑπὲρ τοῦ στρατηγῶν μηδέποτε καταθέσθαι τὰ ὅπλα μηδὲ παύσασθαι χρηματιζόμενος ἀπὸ τῶν κοινῶν κινδύνων, [4] οὗτοι μὲν οὖν ἐξειργάσαντο χρόνῳ τὴν αὑτῶν ὑπόθεσιν Λούκουλλος δὲ συντόνως ὁδεύσας ἐπὶ τὸν Εὐφράτην, καὶ κατιόντα πολὺν καὶ θολερὸν ὑπὸ χειμῶνος εὑρών, ἤσχαλλεν, ὡς διατριβῆς αὐτῷ καὶ πραγματείας ἐσομένης συνάγοντι πορθμεῖα καὶ πηγνυμένῳ σχεδίας, ἀρξάμενον δ᾽ ἀφ᾽ ἑσπέρας ὑποχωρεῖν τὸ ῥεῦμα καὶ μειούμενον διὰ τῆς νυκτός ἅμ᾽ ἡμέρᾳ κοῖλον παρέσχεν ὀφθῆναι τὸν ποταμόν. [5] οἱ δ᾽ ἐπιχώριοι νησῖδας ἐν τῷ πόρῳ μικρᾶς διαφανείσας θεασάμενοι καὶ τεναγίζοντα τὸν ῥοῦν ἐπ᾽ αὐταῖς, προσεκύνουν τὸν Λούκουλλον, ὡς ὀλιγάκις τούτου συμβεβηκότος πρότερον, ἐκείνῳ δ᾽ ἑκουσίως χειροήθη καὶ πρᾷον αὑτὸν ἐνδιδόντος τοῦ ποταμοῦ καὶ παρέχοντος ἀπράγμονα καὶ ταχεῖαν τὴν διάβασιν. [p. 548]

[6] χρησάμενος οὖν τῷ καιρῷ διεβίβαζε τὴν στρατιάν: καὶ γίνεται σημεῖον αὐτῷ χρηστὸν ἅμα τῇ διαβάσει, βόες ἱεραὶ νέμονται Περσίας Ἀρτέμιδος, ἣν μάλιστα θεῶν οἱ πέραν Εὐφράτου βάρβαροι τιμῶσι χρῶνται δὲ ταῖς βουσὶ πρὸς θυσίαν μόνον, ἄλλως δὲ πλάζονται κατὰ τὴν χώραν ἄφετοι, χαράγματα φέρουσαι τῆς θεοῦ λαμπάδα, καὶ λαβεῖν ἐξ αὑτῶν, ὅταν δεηθῶσιν, οὐ πάνυ ῥᾴδιόν ἐστιν οὐδὲ μικρᾶς πραγματείας. [7] τούτων μία, τοῦ στρατοῦ διαβάντος τὸν Εὐφράτην, ἐλθοῦσα πρός τινα πέτραν ἱερὰν τῆς θεοῦ νομιζομένην ἐπ᾽ αὐτῆς ἔστη, καὶ καταβαλοῦσα τὴν κεφαλὴν, ὥσπερ αἱ δεσμῷ κατατεινόμεναι, θῦσαι τῷ Λουκούλλῳ παρέσχεν αὑτήν, ἔθυσε δὲ καὶ τῷ Εὐφράτῃ ταῦρον διαβατήρια. [8] κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δ᾽ ὑστεραίᾳ καὶ ταῖς ἐφεξῆς προῆγε διὰ τῆς Σωφηνῆς, οὐδὲν ἀδικῶν τοὺς ἀνθρώπους προσχωροῦντας αὐτῷ καὶ δεχομένους τὴν στρατιὰν ἀσμένους, ἀλλὰ καὶ τῶν στρατιωτῶν φρούριόν τι δοκοῦν ἔχειν χρήματα πολλὰ βουλομένων λαβεῖνἐκεῖνο,’ ἔφη, ‘μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστίδεῖξας τὸν Ταῦρον ἄπωθεν ὄντα, ‘ταῦτα δ᾽ ἀπόκειται τοῖς νικῶσι.’ συντείνας δὲ τὴν πορείαν καὶ τὸν Τίγριν διαβάς ἐνέβαλεν εἰς τὴν Ἀρμενίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: