previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν τούτῳ δὲ Μιθριδάτης ἐπεβούλευε Κυζικηνοῖς πεπληγόσιν ἐν τῇ περὶ Χαλκηδόνα μάχῃ: τρισχιλίων γὰρ ἀνδρῶν καὶ δέκα νεῶν ἐστέρηντο. βουλόμενος οὖν λαθεῖν τὸν Λούκουλλον, εὐθὺς ἀπὸ δείπνου νύκτα δυσφανῆ καὶ νοτερὰν ἔχων ἐκίνει καὶ φθάνει τῆς πόλεως ἄντικρυς ἅμ᾽ ἡμέρᾳ περὶ τὸ τῆς Ἀδραστείας ὄρος [p. 498] ἱδρύσας τὴν δύναμιν. [2] δὲ Λούκουλλος αἰσθόμενος καὶ διώξας ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολεμίους, καθίζει δὲ τὸν στρατὸν περὶ τὴν Θρᾳκίαν λεγομένην κώμην ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι καὶ τῶν χωρίων, ἀφ᾽ ὧν καὶ δι᾽ ὧν ἀναγκαῖον ἦν τοῖς Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν. διὸ καὶ περιλαβὼν τῇ διανοίᾳ τὸ μέλλον οὐκ ἀπεκρύψατο τοὺς στρατιώτας, ἀλλ᾽ ἅμα τῷ θέσθαι τὸ στρατόπεδον καὶ ἀπὸ τῶν ἔργων γενέσθαι συναγαγὼν αὐτοὺς ἐμεγαληγόρησεν, ὡς ὀλίγων ἡμερῶν ἀναιμωτὶ τὸ νίκημα παραδώσων αὐτοῖς.

[3] Κυζικηνοὺς δὲ Μιθριδάτης δέκα μὲν ἐκ γῆς στρατοπέδοις περιλαβών, ταῖς δὲ ναυσὶν ἐκ θαλάσσης τὸν ἀπὸ τῆς ἠπείρου διείργοντα τὴν πόλιν εὔριπον ἐμφράξας, ἑκατέρωθεν ἐπολιόρκει, τὰ μὲν ἄλλα διακειμένους πρὸς τὸν κίνδυνον εὐθαρσῶς καὶ πᾶν ἕνεκα Ῥωμαίων ἐγνωκότας ἐκδέχεσθαι δυσχερές, ἀγνοοῦντας δὲ ὅπῃ Λούκουλλος εἴη καὶ τῷ μηδὲν περὶ αὐτοῦ πεπύσθαι ταραττομένους. [4] καίτοι καταφανὴς ἦν στρατοπεδεία καὶ ἄποπτος, ἀλλ᾽ ὑπὸ τῶν Μιθριδατικῶν ἐξηπατῶντο. δεικνύντες γὰρ αὐτοῖς τοὺς Ῥωμαίους ἄνω παρεμβεβληκόταςὁρᾶτε τούτους;’ ἔφασαν, ‘Ἀρμενίων στρατός ἐστι καὶ Μήδων, Τιγράνου Μιθριδάτῃ καταπέμψαντος ἐπικουρίανοἱ δ᾽ ἐξεπλήσσοντο τοσούτου πολέμου περικεχυμένου μηδ᾽, εἰ παραγένοιτο Λούκουλλος, χώραν ἔτι λελεῖφθαι βοηθείας ἐλπίζοντες.

[5] οὐ μὴν ἀλλὰ πρῶτος αὐτοῖς εἰσπεμφθεὶς ὑπ᾽ Ἀρχελάου Δημῶναξ ἔφρασε τὴν τοῦ Λουκούλλου [p. 500] παρουσίαν. τούτων δ᾽ ἀπιστούντων καὶ νομιζόντων αὐτὸν τῶν παρόντων ἐπὶ παρηγορίᾳ πεπλασμένα λέγειν, ἧκε παιδάριον αἰχμάλωτον ἐκ τῶν πολεμίων ἀποδεδρακός. πυνθανομένων δ᾽ αὐτῶν, ποῦ λέγοι τὸν Λούκουλλον εἶναι, κατεγέλα παίζειν αὐτοὺς οἰόμενον. ὡς δ᾽ ἑώρα σπουδάζοντας, ἐσήμηνε τῇ χειρὶ τὸν χάρακα τῶν Ῥωμαίων, οἱ δ᾽ ἀνεθάρσησαν. [6] τῆς δὲ Δασκυλίτιδος λίμνης πλεομένης ἀκατίοις ἐπιεικῶς εὐμεγέθεσι, τὸ μέγιστον αὐτῶν Λούκουλλος ἀνελκύσας καὶ διαγαγὼν ἁμάξῃ πρὸς τὴν θάλατταν ὅσους ἐχώρει στρατιώτας ἐνεβίβασεν. ἔλαθον δὲ νυκτὸς διαπεράσαντες καὶ παρεισῆλθον εἰς τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: