previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὃν δὲ περὶ ταῦτα Λούκουλλος ἠσχολεῖτο χρόνον αὑτοῦ καιρὸν εἶναι νομίζων Κόττας παρεσκευάζετο μάχεσθαι πρὸς Μιθριδάτην. καὶ πολλῶν ἀπαγγελλόντων ἤδη Λούκουλλον ἐν Φρυγίᾳ στρατοπεδεύειν ἐπιόντα, μόνον οὐκ ἐν ταῖς χερσὶν ἔχειν τὸν θρίαμβον οἰόμενος, ὡς μὴ μεταλάβῃ Λούκουλλος αὐτοῦ, [2] συμβαλεῖν ἔσπευσε, πληγεὶς δ᾽ ἅμα καὶ κατὰ [p. 494] γῆν καὶ κατὰ θάλατταν ἑξήκοντα μὲν ἀπώλεσεν αὔτανδρα σκάφη, πεζοὺς δὲ τετρακισχιλίους, αὐτὸς δὲ κατακλεισθεὶς εἰς Χαλκηδόνα καὶ πολιορκούμενος εἰς τὰς Λουκούλλου χεῖρας ἀπέβλεπεν.

[3] ἦσαν μὲν οὖν οἱ τὸν Λούκουλλον ἀμελήσαντα Κόττα πρόσω χωρεῖν παρορμῶντες ὡς ἔρημον αἱρήσοντα τὴν Μιθριδάτου βασιλείαν, καὶ μάλιστα τῶν στρατιωτῶν οὗτος ἦν λόγος, ἀγανακτούντων, εἰ μὴ μόνον αὑτὸν ἀπολεῖ καὶ τοὺς σὺν αὐτῷ βουλευσάμενος κακῶς Κόττας, ἀλλὰ καὶ σφίσιν ἐμποδὼν ἔσται νικᾶν ἀμαχεῖ δυναμένοις. [4] Λούκουλλος δὲ πρὸς μὲν τούτους δημηγορῶν εἶπεν, ὡς ἕνα βούλοιτ᾽ ἂν ἐκ πολεμίων σῶσαι Ῥωμαῖον πάντα λαβεῖν τὰ τῶν πολεμίων Ἀρχελάου δὲ τοῦ περὶ Βοιωτίαν Μιθριδάτῃ στρατηγήσαντος, εἶτ᾽ ἀποστάντος καὶ Ῥωμαίοις συστρατεύοντος, διαβεβαιουμένου ὀφθέντα Λούκουλλον ἐν Πόντῳ πάντων ὁμοῦ κρατήσειν, οὐκ ἔφη δειλότερος εἶναι τῶν κυνηγῶν, ὥστε τὰ θηρία παρελθὼν ἐπὶ κενοὺς αὐτῶν τοὺς φωλεοὺς βαδίζειν. [5] καὶ ταῦτ᾽ εἰπὼν ἐπὶ Μιθριδάτην προῆγε πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους πεντακοσίους, καταστὰς δ᾽ εἰς ἔποψιν τῶν πολεμίων καὶ θαυμάσας τὸ πλῆθος ἐβούλετο μὲν ἀπέχεσθαι μάχης καὶ τρίβειν τὸν χρόνον, Μαρίου δ᾽, ὃν Σερτώριος ἐξ Ἰβηρίας ἀπεστάλκει Μιθριδάτῃ μετὰ δυνάμεως στρατηγόν, ἀπαντήσαντος αὐτῷ καὶ προκαλουμένου κατέστη μὲν εἰς τάξιν ὡς διαμαχούμενος, ἤδη δὲ ὅσον οὔπω συμφερομένων, [6] ἀπ᾽ οὐδεμιᾶς ἐπιφανοῦς μεταβολῆς, ἀλλ᾽ [p. 496] ἐξαίφνης τοῦ ἀέρος ὑπορραγέντος1 ὤφθη μέγα σῶμα φλογειδὲς εἰς μέσον τῶν στρατοπέδων καταφερόμενον, τὸ μὲν σχῆμα πίθῳ μάλιστα, τὴν δὲ χρόαν ἀργύρῳ διαπύρῳ προσεοικός, ὥστε δείσαντας ἀμφοτέρους τὸ φάσμα διακριθῆναι. [7] τοῦτο μὲν οὖν φασιν ἐν Φρυγίᾳ περὶ τὰς λεγομένας Ὀτρύας συμβῆναι τὸ πάθος.

δὲ Λούκουλλος οὐδεμιᾶς εἶναι νομίζων ἀνθρωπίνης παρασκευῆς οὐδὲ πλούτου θρέψαι μυριάδας ἐπὶ πολὺν χρόνον ἀντικαθημένων πολεμίων τοσαύτας, ὅσας εἶχε Μιθριδάτης, ἐκέλευσεν ἀχθῆναι τῶν αἰχμαλώτων ἕνα: καὶ πρῶτον ἀνέκρινε, μετὰ πόσων διαιτῷτο συσκήνων, ἔπειτα πόσον ἐν τῇ σκηνῇ καταλέλοιπε σῖτον. [8] ἀποκριναμένου δὲ τἀνθρώπου τὸν μὲν ἐκέλευσε μεταστῆναι, δεύτερον δὲ καὶ τρίτον ὁμοίως ἀνέκρινεν. εἶτα συνθεὶς τὸ τῆς παρεσκευασμένης τροφῆς πλῆθος πρὸς τὸ τῶν τρεφομένων, ἔγνω τριῶν τεσσάρων ἡμερῶν ἐπιλείψοντα σῖτον τοὺς πολεμίους, καὶ πολὺ μᾶλλον εἴχετο τοῦ χρόνου, καὶ συνῆγεν εἰς τὸν χάρακα παμπληθῆ σῖτον, ὡς ἐν ἀφθόνοις διάγων αὐτὸς ἐφεδρεύοι ταῖς ἐκείνων ἀπορίαις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: