previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔοικε δὲ καὶ τὸ θεῖον ἐπιθαρρῦναι τοὺς Κυζικηνούς, ἀγασθὲν αὐτῶν τὴν ἀνδραγαθίαν, ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης οἱ μὲν ἠπόρουν βοὸς μελαίνης πρὸς τὴν θυσίαν καὶ σταιτίνην πλάσαντες τῷ βωμῷ παρέστησαν, δ᾽ ἱερὰ καὶ τρεφομένη τῇ θεῷ νομὴν μὲν εἶχεν, ὥσπερ τἆλλα βοτὰ τῶν Κυζικηνῶν, ἐν τῇ περαίᾳ, κατ᾽ ἐκείνην δὲ τὴν ἡμέραν ἀποκριθεῖσα τῆς ἀγέλης μόνη διενήξατο πρὸς τὴν πόλιν καὶ κατέστησεν ἐπὶ τὴν θυσίαν αὑτήν, [2] ὄναρ δ᾽ θεὸς Ἀρισταγόρᾳ τῷ τοῦ δήμου γραμματιστῇ παραστᾶσα, ‘καὶ μὴν ἔγωγε,’ εἶπεν, ‘ἥκω τὸν Λιβυκὸν αὐλητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα. φράσον οὖν θαρρεῖν τοῖς πολίταις.’ θαυμαζόντων δὲ τὴν φωνὴν τῶν Κυζικηνῶν ἅμ᾽ ἡμέρᾳ σάλον εἶχεν θάλασσα κατιόντος ἀκρίτου πνεύματος, αἵ τε μηχαναὶ τοῦ βασιλέως παρεστῶσαι τοῖς τείχεσιν, ἔργα θαυμαστὰ Νικωνίδου τοῦ Θεσσαλοῦ, ῥοίζῳ [p. 502] [3] καὶ πατάγῳ πρῶτον ἀπεδήλουν τὸ μέλλον εἶτα νότος ἐκραγεὶς ἄπιστος τὸ μέγεθος τά τ᾽ ἄλλα συνέτριψε μηχανήματα ὥρας βραχεῖ μορίῳ, καὶ τὸν ξύλινον πύργον ἑκατὸν πηχῶν ὕψος ὄντα διασείσας κατέβαλεν. ἱστορεῖται δὲ τῶν ἐν Ἰλίῳ πολλοῖς καθ᾽ ὕπνον ὀφθῆναι τὴν Ἀθηνᾶν ἱδρῶτι πολλῷ ῥεομένην καὶ ὑποφαίνουσάν τι τοῦ πέπλου παρερρωγός, λέγουσαν, ὡς ἀρτίως ἥκοι βοηθήσασα Κυζικηνοῖς. καὶ στήλην τινὰ δόγματα καὶ γράμματα περὶ τούτων ἔχουσαν ἐδείκνυον Ἰλιεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (6 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 2.47
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), ELEUSINIA
    • A Dictionary of Greek and Roman Antiquities (1890), TURRIS
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: