previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λούκουλλος δὲ τάγμα μὲν αὐτόθεν ἔχων συντεταγμένον ὑπ᾽ αὐτοῦ διέβαινεν εἰς τὴν Ἀσίαν ἐκεῖ δὲ τὴν ἄλλην παρέλαβε δύναμιν, πάντων μὲν πάλαι τρυφαῖς διεφθορότων καὶ πλεονεξίαις, τῶν δὲ Φιμβριανῶν λεγομένων καὶ διὰ συνήθειαν ἀναρχίας δυσμεταχειρίστων γεγονότων, [2] οὗτοι γὰρ ἦσαν οἱ Φλάκκον τε μετὰ Φιμβρίου τὸν ὕπατον καὶ στρατηγὸν ἀνῃρηκότες αὐτόν τε τὸν Φιμβρίαν Σύλλᾳ προδεδωκότες, αὐθάδεις μὲν ἄνθρωποι καὶ παράνομοι, μάχιμοι δὲ καὶ τλήμονες μετ᾽ ἐμπειρίας πολέμου, οὐ μὴν ἀλλὰ βραχεῖ χρόνῳ καὶ τούτων τὸ θράσος Λούκουλλος ἐξέκοψε καὶ τοὺς ἄλλους ἐπέστρεψε, τότε πρῶτον, ὡς ἔοικε, πειρωμένους ἄρχοντος ἀληθινοῦ καὶ ἡγεμόνος: ἄλλως δ᾽ ἐδημαγωγοῦντο πρὸς ἡδονὴν ἐθιζόμενοι στρατεύεσθαι.

[3] τὰ δὲ τῶν πολεμίων οὕτως εἶχε. Μιθριδάτης, ὥσπερ οἱ πολλοὶ τῶν σοφιστῶν, κομπώδης ἐν ἀρχῇ καὶ σοβαρὸς ἐπὶ Ῥωμαίους ἀναστὰς διακένῳ δυνάμει, λαμπρᾷ δὲ καὶ πανηγυρικῇ τὴν ὄψιν, εἶτ᾽ ἐκπεσὼν καταγελάστως καὶ νουθετηθείς, ὅτε τὸ δεύτερον πολεμεῖν ἔμελλεν, εἰς ἀληθινὴν καὶ πραγματικὴν συνέστελλε τὰς δυνάμεις παρασκευήν. [4] ἀφελὼν γὰρ τὰ παντοδαπὰ πλήθη καὶ τὰς πολυγλώσσους ἀπειλὰς τῶν βαρβάρων, ὅπλων τε1 διαχρύσων καὶ διαλίθων [p. 492] κατασκευάς, ὡς λάφυρα τῶν κρατούντων, οὐκ ἀλκήν τινα τῶν κεκτημένων ὄντα, ξίφη μὲν ἠλαύνετο Ῥωμαϊκά καὶ θυρεοὺς ἐμβριθεῖς ἐπήγνυτο καὶ γεγυμνασμένους μᾶλλον κεκοσμημένους ἤθροιζεν ἵππους, πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων εἰς φάλαγγα Ῥωμαϊκήν, ἱππεῖς δὲ πρὸς μυρίοις ἑξακισχιλίους ἄνευ τῶν δρεπανηφόρων τεθρίππων ταῦτα δ᾽ ἦν ἑκατόν: [5] ἔτι δὲ ναῦς οὐ χρυσορόφοις σκηνίσιν οὐδὲ λουτροῖς παλλακίδων καὶ γυναικωνίτισι τρυφώσαις ἠσκημένας, ἀλλ᾽ ὅπλων καὶ βελῶν καὶ χρημάτων γεμούσας παραρτυσάμενος ἐνέβαλεν εἰς Βιθυνίαν, τῶν πόλεων αὖθις ἀσμένως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν, ἀφόρητα πάσχουσαν ὑπὸ Ῥωμαϊκῶν δανειστῶν καὶ τελωνῶν [6] οὓς ὕστερον μὲν ὥσπερ Ἁρπυίας τὴν τροφὴν ἁρπάζοντας αὐτῶν Λούκουλλος ἐξήλασε, τότε δὲ μετριωτέρους ἐπειρᾶτο νουθετῶν ποιεῖν, καὶ τὰς ἀποστάσεις κατέπαυε τῶν δήμων, οὐδενὸς, ὡς ἔπος εἰπεῖν, ἡσυχάζοντος.

1 τε with S: δέ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: