previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα δ᾽ εἰπὼν καὶ θαρρεῖν κελεύσας τόν τε ποταμὸν διέβαινε καὶ πρῶτος ἐπὶ τοὺς πολεμίους ἡγεῖτο, θώρακα μὲν ἔχων σιδηροῦν φολιδωτὸν ἀποστίλβοντα, κροσσωτὴν δὲ ἐφεστρίδα, τὸ δὲ ξίφος αὐτόθεν ὑποφαίνων γυμνόν, ὡς εὐθὺς εἰς χεῖρας ἵεσθαι δέον1 ἑκηβόλοις ἀνδράσι καὶ συναιρεῖν2 τὴν διατοξεύσιμον χώραν τῷ τάχει τῆς ἐπαγωγῆς. [2] ἐπεὶ δὲ τὴν κατάφρακτον ἵππον, ἧς πλεῖστος ἦν λόγος, κατεῖδε κατατεταγμένην ὑπὸ λόφῳ τινὶ τὴν ἄνω χώραν ἐπίπεδον καὶ πλατεῖαν ἔχοντι, πρόσβασιν δὲ τεττάρων σταδίων οὐ παντάπασι χαλεπὴν οὐδ᾽ ἀποκεκομμένην, Θρᾷκας μὲν ἱππεῖς καὶ Γαλάτας, οὓς εἶχεν, ἐκέλευσεν ἐκ πλαγίου προσφερομένους παρακρούεσθαι ταῖς μαχαίραις τοὺς κοντούς, [3] μία γὰρ ἀλκὴ τῶν καταφράκτων κοντός: ἄλλο δ᾽ οὐδὲν οὔθ᾽ ἑαυτοῖς οὔτε τοῖς πολεμίοις χρῆσθαι δύνανται διὰ [p. 562] βάρος καὶ σκληρότητα τῆς σκευῆς, ἀλλ᾽ ἐγκατῳκοδομημένοις ἐοίκασιν. αὐτὸς δὲ δύο σπείρας ἀναλαβὼν ἡμιλλᾶτο πρὸς τόν λόφον, ἐρρωμένως ἑπομένων τῶν στρατιωτῶν διὰ τὸ κἀκεῖνον ἐν τοῖς ὅπλοις ὁρᾶν πρῶτον κακοπαθοῦντα πεζὸν καὶ προσβιαζόμενον. γενόμενος δ᾽ ἄνω καὶ στὰς ἐν τῷ περιφανεῖ τοῦ χωρίου μέγα βοήσας: ‘νενικήκαμεν,’ ἔφη, ‘νενικήκαμεν, συστρατιῶται.’ [4] καὶ τοῦτο εἰπὼν ἐπῆγε τοῖς καταφράκτοις, κελεύσας μηδὲν ἔτι χρῆσθαι τοῖς ὑσσοῖς, ἀλλ᾽ ἐκ χειρὸς ἕκαστον διαλαβόντα παίειν τῶν πολεμίων κνήμας τε καὶ μηρούς, μόνα γυμνὰ τῶν καταφράκτων ἐστίν, οὐ μὴν ἐδέησέ τι ταύτης τῆς μάχης οὐ γὰρ ἐδέξαντο τοὺς Ῥωμαίους, ἀλλ᾽ ἀλαλάξαντες καὶ φεύγοντες αἴσχιστα πάντων ἐνέωσαν ἑαυτούς τε καὶ τοὺς ἵππους βαρεῖς ὄντας εἰς τὰ τῶν πεζῶν ὅπλα πρὶν ἄρξασθαί τινος ἐκείνους μάχης, ὥστε μήτε τραύματος γενομένου μήθ᾽ αἵματος ὀφθέντος ἡττᾶσθαι τὰς τοσαύτας μυριάδας. [5] δὲ πολὺς φόνος ἤδη φευγόντων ἐγίνετο, μᾶλλον δὲ βουλομένων φεύγειν οὐ γὰρ ἐδύναντο πυκνότητι καὶ βάθει τῶν τάξεων ὑφ᾽ αὑτῶν ἐμποδιζόμενοι. Τιγράνης δ᾽ ἐξελάσας ἐν ἀρχῇ μετ᾽ ὀλίγων ἔφευγε: καὶ τόν υἱὸν ὁρῶν κοινωνοῦντα τῆς αὐτῆς τύχης περιεσπάσατο τὸ διάδημα τῆς κεφαλῆς κἀκείνῳ δακρύσας παρέδωκε, σῴζειν ἑαυτὸν, ὅπως δύναται, καθ᾽ ἑτέρας ὁδοὺς κελεύσας. [6] δὲ νεανίας ἀναδήσασθαι μὲν οὐκ ἐτόλμησε, τῶν δὲ παίδων τῷ πιστοτάτῳ [p. 564] φυλάττειν ἔδωκεν. οὗτος ἁλοὺς κατὰ τύχην ἀνήχθη πρὸς Λούκουλλον, ὥστε μετὰ τῶν ἄλλων αἰχμάλωτον καὶ τὸ διάδημα γενέσθαι τοῦ Τιγράνου. λέγεται δὲ τῶν μὲν πεζῶν ὑπὲρ δέκα μυριάδας διαφθαρῆναι, τῶν δ᾽ ἱππέων ὀλίγους παντάπασι διαφυγεῖν. Ῥωμαίων δ᾽ ἑκατὸν ἐτρώθησαν, ἔπεσον δὲ πέντε.

[7] ταύτης τῆς μάχης Ἀντίοχος φιλόσοφος ἐν τῇ Περὶ θεῶν γραφῇ μνησθεὶς οὔ φησιν ἄλλην ἐφεωρακέναι τοιαύτην τόν ἥλιον. Στράβων δ᾽, ἕτερος φιλόσοφος, ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν αὐτοὺς λέγει τοὺς Ῥωμαίους αἰσχύνεσθαι καὶ καταγελᾶν ἑαυτῶν ἐπ᾽ ἀνδράποδα τοιαῦτα δεηθέντας ὅπλων. Λίουϊος δ᾽ εἴρηκεν, ὡς οὐδέποτε Ῥωμαῖοι πολεμίοις ἀποδέοντες τοσούτῳ πλήθει παρετάξαντο: σχεδὸν γὰρ οὐδ᾽ εἰκοστόν, ἀλλ᾽ ἔλαττον ἐγένοντο μέρος οἱ νικῶντες τῶν ἡσσημένων. [8] Ῥωμαίων δ᾽ οἱ δεινότατοι στρατηγοὶ καὶ πλεῖστα πολέμοις ὡμιληκότες ἐπῄνουν μάλιστα τοῦ Λουκούλλου τὸ δύο βασιλεῖς τοὺς ἐπιφανεστάτους καὶ μεγίστους δυσὶ τοῖς ἐναντιωτάτοις, τάχει καὶ βραδυτῆτι, καταστρατηγῆσαι. Μιθριδάτην μὲν γὰρ ἀκμάζοντα χρόνῳ καὶ τριβῇ κατανάλωσε, Τιγράνην δὲ τῷ σπεῦσαι συνέτριψεν, ἐν ὀλίγοις τῶν πώποτε ἡγεμόνων τῇ μελλήσει μὲν ἔργῳ, τῇ τόλμῃ δ᾽ ὑπὲρ ἀσφαλείας χρησάμενος.

1 δέον Coraës, Sintenis and Bekker, after Reiske; δέοι MSS., including S.

2 συναιρεῖν Coraës and Bekker, after Reiske; συναιρήσειν (S) and συναιρήσει MSS.: συναιρήσων, a suggestion of Reiske's.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: