[469ξ]
Σωκράτης
βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα: εἰ δ᾽ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.Πῶλος
σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο;Σωκράτης
οὔκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ.Πῶλος
ἀλλ᾽ ἔγωγε τοῦτο λέγω ὅπερ ἄρτι, ἐξεῖναι ἐν τῇ πόλει, ὃ ἂν δοκῇ αὐτῷ, ποιεῖν τοῦτο, καὶ ἀποκτεινύντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὐτοῦ δόξαν.Σωκράτης
ὦ μακάριε, ἐμοῦ δὴ λέγοντος τῷ λόγῳ ἐπιλαβοῦ.