This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ταῦτα Σωκράτους πρὸς Ἀλκιβιάδην. ὃ μὲν ἠγωνία καὶ ἐδεδίει πάνυ σφόδρα ἐς τὸν δῆμον παρελθεῖν τὸ μειράκιον: ἐπιθαρσύνων δὲ αὐτὸν καὶ ἐγείρων ὁ Σωκράτης ῾οὐ καταφρονεῖσ᾽ εἶπεν ῾ἐκείνου τοῦ σκυτοτόμου;᾿ τὸ ὄνομα ἐπειπὼν αὐτοῦ. φήσαντος δὲ τοῦ Ἀλκιβιάδου ὑπολαβὼν πάλιν ὁ Σωκράτης ῾ἔτι δὲ ἐκείνου τοῦ ἐν τοῖς κύκλοις κηρύττοντος ἢ ἐκείνου τοῦ σκηνορράφου;᾿ ὁμολογοῦντος δὲ τοῦ μειρακίου ῾οὐκοῦν᾽ ἔφη ὁ Σωκράτης ῾ὁ δῆμος ὁ Ἀθηναίων ἐκ τοιούτων ἤθροισται: καὶ εἰ τῶν καθ᾽ ἕνα καταφρονεῖς, καταφρονητέον ἄρα καὶ τῶν ἠθροισμένων,᾿ [p. 17] μεγαλοφρόνως ταῦτα ὁ τοῦ Σωφρονίσκου καὶ τῆς Φαιναρέτης τὸν τοῦ Κλεινίου καὶ τῆς Δεινομάχης διδάσκων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.