Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Διογένης ὁ Σινωπεὺς ἔρημος ἦν καὶ μόνος ἀπέρριπτο, καὶ οὔτε τινὰ δι᾽ ἀπορίαν ὑπεδέχετο, οὔτε τις αὐτὸν ἐξένιζε, τὸν ἄνδρα ἐκτρεπόμενος διὰ τὸ τοῦ τρόπου ἐλεγκτικὸν καὶ ὅτι ἦν πρὸς τὰ πραττόμενα καὶ λεγόμενα δυσάρεστος. ἠθύμει οὖν ὁ Διογένης καὶ φύλλων ἄκρα ἤσθιε: ταῦτα γάρ οἱ παρῆν. τοῖς δὲ ἀποπίπτουσι τοῦ ἄρτου θρύμμασι μῦς ἐχρῆτο ἐπιφοιτῶν. ὁ οὖν Διογένης φιλοπόνως κατεσκέψατο τὸ πραττόμενον, καὶ μειδιάσας καὶ ἑαυτοῦ γενόμενος φαιδρότερός τε καὶ ἵλεως εἶπεν ῾ὁ μὲν μῦς οὗτος τῆς Ἀθηναίων πολυτελείας δεῖται οὐδέν, σὺ δέ, ὦ Διόγενες, ἄχθῃ ὅτι μὴ συνδειπνεῖς Ἀθηναίοις.᾿ καὶ ἐπόρισεν ἑαυτῷ εὔκαιρον εὐθυμίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.