Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ Λακεδαιμονίων μητέρες, ὅσαι ἐπυνθάνοντο τοὺς παῖδας αὑτῶν ἐν τῇ μάχῃ κεῖσθαι, ἀλλὰ αὗταί γε ἀφικόμεναι τὰ τραύματα αὐτῶν ἐπεσκόπουν τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν. καὶ εἰ ἦν πλείω τὰ ἐναντία, αἳ δὲ γαυρούμεναι καὶ σεμνὸν ἅμα καὶ βλοσυρὸν ὁρῶσαι τοὺς παῖδας ἐς τὰς τὰς πατρῴας ἔφερον ταφάς: εἰ δὲ ἑτέρως εἶχον τῶν τραυμάτων, ἐνταῦθα αἰδούμεναι καὶ θρηνοῦσαι καὶ ὡς ἔνι μάλιστα λαθεῖν σπεύδουσαι ἀπηλλάττοντο, καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ πολυανδρίῳ θάψαι, ἢ λάθρᾳ ἐς τὰ οἰκεῖα ἠρία ἐκόμιζον αὐτούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.