This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτε Ἡφαιστίων ἀπέθανεν, Ἀλέξανδρος ὅπλα αὐτῷ ἐς τὴν πυρὰν ἐνέβαλε, καὶ χρυσὸν καὶ ἄργυρον τῷ νεκρῷ συνέτηξε καὶ ἐσθῆτα τὴν μέγα τιμίαν ἐν Πέρσαις. ἀπέκειρε δὲ καὶ τοὺς πλοκαμοὺς τοὺς ἑαυτοῦ, Ὁμηρικὸν πάθος δρῶν καὶ μιμούμενος τὸν Ἀχιλλέα [p. 85] τὸν ἐκείνου. βιαιότερον δὲ καὶ θερμότερον ἐκείνου ἔδρασεν οὗτος, τὴν τῶν Ἐκβατάνων ἀκρόπολιν περικείρας. μέχρι μὲν οὖν τῆς κόμης τῆς ἑαυτοῦ Ἑλληνικὰ ἐδόκει μοι δρᾶν: ἐπιχειρήσας δὲ τοῖς τείχεσιν, ἀλλ᾽ ἐνταῦθα ἐπένθει βαρβαρικῶς Ἀλέξανδρος ἤδη, καὶ τὰ κατὰ τὴν στολὴν ἤμειψε, θυμῷ καὶ ἔρωτι ἐπιτρέπων πάντα καὶ δακρύοις. ὅτι Ἡφαιστίων ἐς Ἐκβάτανα ἀπέθανε. διαρρεῖ δὲ λόγος Ἡφαιστίωνι μὲν ταῦτα εὐτρεπισθῆναι νεκρῷ, Ἀλέξανδρον δὲ αὐτοῖς ἀποθανόντα χρήσασθαι: μὴ γὰρ φθάσαι τὸ ἐπὶ τῷ μειρακίῳ τελεσθὲν πένθος, ἐπιλαβεῖν δὲ τὸν τοῦ Ἀλέξάνδρου θάνατον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.