previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


B. Olymp. 157, 4. I. Bellum Punicum Tertium

ὅτι Μασανάσσης ἐν Λιβύῃ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν τῶν καθ᾽ ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος, [2] ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκονθ᾽, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος: ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει. [3] ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθ᾽ αὑτὸν κατὰ τὴν σωματικὴν ἕξιν, ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς ἐν τοῖς αὐτοῖς ἴχνεσι δι᾽ ἡμέρας ἔμενε, καθεζόμενος δὲ πάλιν οὐκ ἠγείρετο. [4] καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν. σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως: [5] ἔχων ἐνενήκοντ᾽ ἔτη, καθ᾽ ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλειπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰ ταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς ἐννέα. [6] διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον βίον πάσης ἐπιβουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοιρον αὑτοῦ γενέσθαι τὴν βασιλείαν. [7] τὸ δὲ μέγιστον καὶ θειότατον τούτου: τῆς γὰρ Νομαδίας ἁπάσης ἀχρήστου τὸν πρὸ τοῦ χρόνον ὑπαρχούσης καὶ νομιζομένης ἀδυνάτου τῇ φύσει πρὸς ἡμέρους καρποὺς ὑπάρχειν, [8] πρῶτος καὶ μόνος ὑπέδειξε διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέρους καρποὺς οὐδ᾽ ὁποίας ἧττον, ἑκάστῳ τῶν υἱῶν ἐν διαστάσει μυριοπλέθρους ἀγροὺς κατασκευάσας παμφόρους. [9] τῇ μὲν οὖν ἐκείνου μεταστάσει ταῦτ᾽ ἄν τις εὐλόγως ἐπιφθέγξαιτο καὶ δικαίως. [10] δὲ Σκιπίων παραγενόμενος εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως θάνατον διῴκησε καλῶς πάντα. — [11]

Μασανάσσην δ᾽ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον: [12] ὀλίγῳ δ᾽ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν ὅτι τοῦτο ποιεῖ ***

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: