previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀμίλκας, καὶ Φαμέας, Καρχηδονίων στρατηγός, ὃς ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμικὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός. — [2]

οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπεβάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ. —

τὰς προφυλακὰς βλέπων Φαμέας, [3] ὢν οὐκ ἄψυχος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. καί ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν ἀπότομον ἐπέστη καὶ πλείω χρόνον. — [4]

αἱ δὲ σημεῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς βουνόν: καὶ πάντων δόντων γνώμας Σκιπίων ἔφη, * [5] ** ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν τοῦ δρᾶσαι κακῶς τοὺς ἐχθρούς. — [6]

οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπ᾽ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. —

Πολύβιος: [7] ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν [πάλιν ἄλλον πρὸς ἐκεῖνον: τί ἀκήκοας]

οἶος πέπνυται: τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. — [8]

οἱ δὲ Ῥωμαῖοι ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων ***

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: