Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ γαῦρός ἐστι καὶ τὸ ῥύγχος οὕτως ἔχει
κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων πρὸς τὴν ἐντεριώνην ἐξίκηται.
‘διὰ τί τὸν
Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν;’
πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας
ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δ᾽ εἰς
Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν
Ἰταλίαν φυτοῖς ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησεν;
[p. 38]
‘διὰ τί τὰ πρὸς τὰς ταφὰς πιπράσκουσιν ἐν
’