Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τὸ δεύτερον: φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφ᾽ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς
ἐπὶ τὰς ἀνατολάς.
‘διὰ τί τὰς γυναῖκας οὔτ᾽ ἀλεῖν εἴων οὔτ᾽
ὀψοποιεῖν τὸ παλαιόν;’
ἢ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν,
ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτ᾽ ἐγράφη, μήτ᾽ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.
‘διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται
γυναῖκας;’
πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ